Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum χαλεπόν [58]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum χαλεπόν
Ad Stagirium a daemone vexatum | Ante [Go Back] |
[00923] | εἰπεῖν μὲν γὰρ ταῦτα καὶ διηγήσασθαι ῥᾴδιον, πρᾶξαι δὲ οὐκέτι ὁμοίως εὔπορον, ἀλλὰ καὶ σφόδρα χαλεπόν. |
[00950] | Εἰ δὲ καὶ τἀναντία προσδοκᾷν ἔπειθε τὸ τοῦ προστάγματος ἀδιόριστον, καὶ τοῦτο πάλιν χαλεπόν. |
Ad Theodorum lapsum i | Ante [Go Back] |
[00145] | Οὐδὲ γὰρ τὸ πεσεῖν χαλεπόν, ἀλλὰ τὸ πεσόντα κεῖσθαι καὶ μὴ ἀνίστασθαι, ἀλλ' ἐθελοκακοῦντα καὶ βλακεύοντα τοῖς τῆς ἀπογνώσεως λόγοις τὴν τῆς προαιρέσεως ἀποκρύπτειν ἀσθένειαν. |
Ad eos qui scandalizati sunt | Ante [Go Back] |
[00198] | Εἰ γὰρ μὴ ἀρκεσθῇς τῷ ῥήματι τούτῳ, ἀλλὰ βουληθῇς εἰς ζήτησιν τῶν γεγενημένων ἐλθεῖν, εἰς εὔριπον λογισμῶν καὶ κύματα πολὺν ἐργαζόμενα χειμῶνα σαυτὸν ἐμβαλὼν μόνον, εἴσῃ μὲν πλέον οὐδέν, ναυάγιον δὲ ἐργάσῃ σεαυτῷ χαλεπόν. |
[00566] | Καὶ ἐπειδὴ τέως αὐτὸν οὐδὲν ἐργάσασθαι ἠδύναντο χαλεπόν, ἔνδον στρεφόμενον καὶ μετὰ τῶν γονέων διατρίβοντα, διαβάλλουσιν αὐτοῦ τὴν ὑπόληψιν καὶ αἰσχρὰν κατασκευάζουσιν αὐτῷ δόξαν καὶ ψόγον καταφέρουσι πονηρόν, τοῦ πατρὸς τὸ φίλτρον ταύτῃ καταλῦσαι βουλόμενοι καὶ πρὸς ἐπιβουλὴν εὐχείρωτον λαβεῖν. |
Ad illuminandos catecheses | Ante [Go Back] |
[00203] | Καὶ γὰρ χαλεπὸν τοῦτό ἐστι τὸ ἁμάρτημα, καὶ σφόδρα χαλεπόν· |
Ad populum Antiochenum | Ante [Go Back] |
[04166] | Καίτοι τὸ μὴ λούσασθαι χαλεπόν. |
Ad viduam juniorem | Ante [Go Back] |
[00211] | ὅτι οὐχὶ καὶ τὰ ἐναντία ἐξέβαινε, καὶ τῆς οὔσης ἐξέπιπτε τιμῆς νόσῳ παραδοθείς, καὶ φθόνῳ καὶ βασκανίᾳ τῶν βουλομένων αὐτὸν παρευημερῆσαι βληθείς, ἢ καὶ ἕτερόν τι παθὼν χαλεπόν; |
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr | Ante [Go Back] |
[00019] | ἐπ' ἐκείνης τῆς νηστείας ἀσθένειαν προεβάλλοντο πολλοὶ σωματικὴν, κνησμὸν χαλεπόν. |
Adversus oppugnatores vitae monasticae | Ante [Go Back] |
[01324] | Καὶ γὰρ ἦν δέος, μὴ τῇ σπουδῇ ταύτῃ πρὸ καιροῦ τὸ δρᾶμα ἀποκαλύψας, καὶ τῇ μητρὶ καὶ τῷ παιδαγωγῷ, καὶ τοῖς πανταχοῦ μοναχοῖς πόλεμον ἐγείρῃ χαλεπόν. |
Catechesis de juramento | Ante [Go Back] |
[00035] | οἷον ὁ φόνος καὶ ἡ μοιχεία καὶ ἔστι χαλεπὸν καὶ νομίζεται εἶναι χαλεπόν, ὁ δὲ ὅρκος ἔστι μὲν χαλεπόν, οὐ νομίζεται δὲ εἶναι χαλεπόν. |
[00175] | φάρμακον ὀλέθριον, δηλητήριον χαλεπόν, τραῦμα [163] κεκρυμμένον, ἕλκος ἀφανές, νομὴ συνεσκιασμένη καὶ τὸν ἰὸν ἐπὶ τὴν ψυχὴν ἄγουσα· |
Commentarius in Job | Ante [Go Back] |
[00330] | μὴ τοίνυν ἀλγήσῃς, ὅτι ἀπὸ τοῦ οὐρανοῦ πρὸς τὴν γῆν ἐρρίφη, ἀλλὰ εὐχαρίστησον τῷ θεῷ, ὅτι σοι ἀνάγκην ἔδωκε τοῦ νήφειν, ὅτι σοι παιδαγωγὸν ἐπέστησε φρικτὸν καὶ χαλεπόν. |
Comparatio regis et monachi | Ante [Go Back] |
[00007] | καίτοι γε δυναστείαν μὲν κτήσασθαι, καὶ ἀρχὴν ἔθνους λαβεῖν, χαλεπόν τε καὶ τοῖς πολλοῖς ἀδύνατον, καὶ πολλῶν ἂν δεηθεῖεν χρημάτων οἱ τῆς ἀρχῆς ἐρασταί· |
Contra eos qui subintroductas habent virgines | Ante [Go Back] |
[00255] | Πλὴν ἀλλ' οὐχ οὕτως ἡ κατηγορία χαλεπόν· |
Cum Saturninus et Aurelianus acti essent in exsilium | Ante [Go Back] |
[00067] | Ἐὰν μάθωμεν, πῶς γίνεται χαλεπόν. |
[00068] | Πῶς οὖν γίνεται χαλεπόν; |
De Chananaea | Ante [Go Back] |
[00187] | Πένθος χαλεπόν· |
De incomprehensibili dei natura | Ante [Go Back] |
[00784] | Ἀλλ' ἐπειδὴ τῆς ὑπὲρ τῶν ἐνεργουμένων ἐμνήσθην εὐχῆς, βούλομαί τι πρὸς τὴν ὑμετέραν διαλεχθῆναι ἀγάπην, καὶ νόσημα τῆς Ἐκκλησίας ἐκκόψαι χαλεπόν. |
De laudibus sancti Pauli apostoli | Ante [Go Back] |
[00942] | Οὐ γὰρ τὸ παροξυνθῆναι χαλεπόν, ἀλλὰ τὸ ἀλόγως καὶ ἐπ' οὐδενὶ δικαίῳ. |
[01016] | οὐ γὰρ περιέμεινε Πέτρον, οὐδὲ ἦλθε πρὸς Ἰάκωβον, οὐδὲ πρὸς ἄλλον οὐδένα, ἀλλ' ὑπὸ τῆς προθυμίας ἀρθείς, οὕτω τὴν πόλιν ἀνῆψεν ὡς πόλεμον ἀναρριπισθῆναι κατ' αὐτοῦ χαλεπόν· |
De patientia sermo 1 | Ante [Go Back] |
[00160] | οὐχ ὁρᾷς οἷον καὶ ἡμᾶς ἀναμένει πέραμα χαλεπόν; |
De sacerdotio | Ante [Go Back] |
[00793] | καὶ γὰρ εὑρεῖν αὐτὸ τὸ δίκαιον ἔργον καὶ εὑρόντα μὴ διαφθεῖραι χαλεπόν. |
[01167] | Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ χαλεπόν, ἀλλὰ καὶ ἕτερον οὐδὲν ἔλαττον τούτου· |
[01283] | ποίαν κατάδυσιν εὑρεῖν, οὐ λέγω πρὸς τὸ μὴ κατὰ κράτος ἁλῶναι τοῦτο γὰρ οὐ πάνυ χαλεπόν , ἀλλὰ καὶ πρὸς τὸ ἀτάραχον τῶν μιαρῶν λογισμῶν τὴν ἑαυτοῦ φυλάξαι ψυχήν; |
Eclogae ex diversis homiliis | Ante [Go Back] |
[05676] | Ἡ μὲν γὰρ πορφυρὶς ἐκείνη τὸν λιμὸν ἔτεκε τὸν χαλεπόν· |
Epistula ad Cyriacum | Ante [Go Back] |
[00434] | Ἡ γὰρ ἀθυμία ψυχῶν ἐστι βασανιστήριον χαλεπόν, ὀδύνη τις ἄρρητος καὶ δίκη δίκης ἁπάσης καὶ τιμωρίας πικροτέρα. |
[00731] | Ἀλλ' ὅμως οὐδὲν τούτων ἐκεῖνον ἐφόβισεν, οὐδὲ ἔπεισεν ἐκείνῳ γενέσθαι χαλεπόν, ἀλλ' οἱ στέφανοι ἀπὸ τῶν παθημάτων ἐπλέκοντο καὶ ἡ τοῦ Θεοῦ συμμαχία μετὰ πολλῆς ἐπέρρει τῆς δαψιλείας. |
Epistulae | Ante [Go Back] |
[02438] | Ἤδη δὲ καὶ πόλεις ἀνεσκάφησαν αὔτανδροι, καὶ καθ' ἑκάστην ἡμέραν συνεχέσιν ἐπιβαλλόμενοι φήμαις μετανάσται γινόμεθα, χαλεπόν τινα καὶ καινὸν ἐξορίας ὑπομένοντες τρόπον, καὶ καθημερινὸν θάνατον προσδοκῶντες. |
Epistulae ad Olympiadem | Ante [Go Back] |
[00769] | Ἡ γὰρ ἀθυμία ψυχῶν ἐστι βασανιστήριον χαλεπόν, ὀδύνη τις ἄρρητος καὶ δίκη δίκης ἁπάσης καὶ τιμωρίας πικροτέρα. |
[01100] | Ἀλλ' ὅμως οὐδὲν τούτων ἐκεῖνον ἐφόβησεν, οὐδὲ ἔπεισεν ἐκείνῳ γενέσθαι χαλεπόν. |
Fragmenta in Jeremiam | Ante [Go Back] |
[02542] | Τί χαλεπόν; |
In Acta apostolorum | Ante [Go Back] |
[08587] | οὐ γὰρ λιμὸν λύεις, ἀλλὰ θάνατον χαλεπόν. |
[08776] | καίτοι μυρία παραδείγματα ἔχων καὶ τοῦ πάππου καὶ τοῦ πατρὸς Ἡρώδου, καὶ πῶς ἐκεῖνος μὲν διὰ τὴν ἀναίρεσιν τῶν παιδίων μέγιστα ἔπαθε κακὰ, οὗτος δὲ Ἰωάννην ἀνελὼν πόλεμον ἤγειρε χαλεπόν. |
[08990] | Πάσης δρόσου μᾶλλον τὰ τῆς νυκτὸς δάκρυα καὶ κατὰ τῶν ἐπιθυμιῶν καὶ κατὰ πάσης φλεγμονῆς καὶ καύσωνος καθίεται, καὶ οὐκ ἀφίησι χαλεπόν τι παθεῖν. |
[09999] | καὶ τοῦτο ἐποίει τὸν πόλεμον χαλεπόν. |
[09999] | οὐ γὰρ τὸ πλήττεσθαι τὸ σῶμα, ἀλλὰ τὸ τὴν διάνοιαν, χαλεπόν. |
[09999] | Μὴ δὴ χαλεπόν τι πρᾶγμα νομίσωμεν τὰς ἐπιβουλάς. |
[09999] | Ταῦτα δὲ πάσχουσιν ἐν τῷ Ἀδρίᾳ, ἔνθα τὸ σώζεσθαι χαλεπόν. |
In Ecclesiasten | Ante [Go Back] |
[00543] | Γυναῖκα μετὰ ταῦτα ἤτοι τὴν ἀφροσύνην φησίν, ἤ, εἰ μὴ τοῦτο, τὴν ἀνόητον γυναῖκα, ὅτι θήρευμά ἐστιν χαλεπόν. |
In Isaiam | Ante [Go Back] |
[00196] | Οὐ γὰρ τὸ νοσεῖν οὕτω χαλεπόν, ὡς τὸ νοσοῦντα μηδὲ θεραπεύεσθαι δύνασθαι, καὶ μάλιστα ὅταν ὁ ἰατρὸς τοιοῦτος ᾖ. |
[00443] | Ἕτερον φιλοχρηματίας εἶδος χαλεπόν, εὐπρόσωπον μὲν ὑπόθεσιν ἔχον, ἐν προσχήματι δὲ φιλοφροσύνης τὴν ἐσχάτην πλεονεξίαν ἐπιδεικνύμενον. |
[00753] | Καὶ οὐ τοῦτο μόνον ἦν τὸ χαλεπόν, ἀλλ' ὅτι πάντας ὅπλα αἱρεῖσθαι ὁ νόμος ἐκέλευσε, καὶ οὐδεὶς ἀτελὴς ταύτης τῆς λειτουργίας ἦν. |
[01269] | Τοῦτο γὰρ πανταχοῦ μὲν χαλεπόν, μάλιστα δὲ ἐπὶ τῆς γυναικείας τικτόμενον φύσεως. |
[01803] | Πόλεμον ἐνταῦθα αἰνίττεται χαλεπόν, ὃς οὐδὲ ταφῇ τὰ σώματα συγχωρήσει παραδοθῆναι, οὐχ ἵνα ἐκεῖνοι κόλασιν δῶσιν, ἀλλ' ἵνα οἱ ζῶντες ἐν ταῖς ἀλλοτρίαις συμφοραῖς τῆς οἰκείας ἀποτέμνωνταί τι κακίας. |
In Psalmum 050 homilia 1 | Ante [Go Back] |
[00066] | Μέλλω γοῦν λέγειν ἁμάρτημα τοῦ προφήτου μέγα καὶ χαλεπόν. |
In epistulam II ad Corinthios | Ante [Go Back] |
[06431] | ∆έδοικε γὰρ τὰ κύματα τῆς ἐπιθυμίας, μήποτε ναυάγιον ἐργάσηται χαλεπόν. |
In epistulam II ad Timotheum | Ante [Go Back] |
[02516] | Ἰσχυρᾶς οὖν δεῖ ἡμῖν ψυχῆς, καὶ οὐδὲν ἡμῖν χαλεπὸν φανεῖται, ὥσπερ ἀσθενούσης, οὐδὲν ὅπερ οὐ χαλεπόν. |
In epistulam I ad Corinthios | Ante [Go Back] |
[02933] | Καὶ ὁ γεωργὸς τὰ σπέρματα ἂν οἴκοι κατορύξας φυλάττοι, λιμὸν ἐργάσεται χαλεπόν· |
[03716] | εἰπόντα δὲ ἀφεῖναι πάλιν τὴν πληγὴν ἀνίατον, χαλεπόν· |
[07324] | Εἰ δὲ ἐκεῖνοι μὲν ἄκοντες, οὗτοι δὲ ἑκόντες, τὸ χαλεπόν μοι λέγεις τοῦ νοσήματος, ὅτι οὐδὲ ἀπαλλαγῆναι δύνανται, εἴ γε μηδὲ μισοῦσι τὴν κακοπάθειαν. |
In epistulam ad Hebraeos | Ante [Go Back] |
[06297] | Καὶ ὅρα τὸ χαλεπόν· |
In illud Hoc scitote quod in novissimis diebus | Ante [Go Back] |
[00224] | μή τι προβλέ πεις χαλεπόν; |
In illud Vidi dominum | Ante [Go Back] |
[00454] | Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ χαλεπόν, ἀλλ' ὅτι καὶ ὁδὸν στενὴν καὶ τεθλιμμένην ἐπετάγημεν ὁδεύειν, ὑπὸ κρημνῶν ἑκατέρωθεν ἀπειλημμένην. |
In sanctum Eustathium Antiochenum | Ante [Go Back] |
[00106] | Ἕτερον ἐπεισ-άγει πόλεμον χαλεπόν. |
In sanctum Julianum martyrem | Ante [Go Back] |
[00117] | Σὺ δέ μοι σκόπει πῶς αὐτοῦ τῆς τελευτῆς τὸν τρόπον χαλεπόν τινα καὶ πικρὸν ἐπενόησεν, ἱκανὸν ἐνδείξασθαι ὄντα κἀ κείνου τὴν ὠμότητα, καὶ τοῦ μάρτυρος τὴν ἀνδρείαν. |
Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»