Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πρᾶξαι [70]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πρᾶξαι
Ad Stagirium a daemone vexatum | Ante [Go Back] |
[00021] | τρίτον πρὸς τούτοις, τὸ τὸν ἅγιον ἐκεῖνον τοσαύτην ἐν ἄλλοις ἀνδράσι δύναμιν ἐπιδειξάμενον, μηδὲν ἐπὶ τῆς σῆς ἀγάπης δυνηθῆναι πρᾶξαι τοιοῦτο, μήτε ἐκεῖνον, μήτε τοὺς μετ' ἐκείνου, καὶ ταῦτα δυνατωτέρους ὄντας αὐτοῦ, ἀλλὰ πάντας ὁμοίως ἐρυθριάσαντας ἀπελθεῖν. |
[00267] | Ποῦ γὰρ, ἵνα πάλιν ἐπὶ τὴν ἀρχὴν ἐπανέλθωμεν, προσεπέλασεν ὁ διάβολος τῷ Κάϊν, καὶ τὸν φόνον πρᾶξαι παρῄνεσε; |
[00744] | Εἰ μὲν γὰρ ἀπὸ τῆς πτώσεως ἀναστὰς ἐκείνης, ἄτοπόν τι πρᾶξαι προήχθης ἢ εἰπεῖν, οὐδὲ αὐτὸς ἂν ἐκώλυσα ὑπὲρ τούτων κατακόπτεσθαι καὶ ἀλγεῖν· |
[00754] | Θέασαι τοὺς περὶ τὰς εὐμορφίας ἐπτοημένους τῶν γυναικῶν, τοὺς περὶ χρήματα μαινομένους, τοὺς δυναστείας καὶ δόξης ἐρῶντας, καὶ πάντα ὑπὲρ τούτων καὶ πρᾶξαι καὶ παθεῖν αἱρουμένους, τοὺς ὑπὸ βασκανίας τηκομένους, τοὺς ἐπιβουλεύοντας τοῖς ἠδικηκόσιν οὐδὲν, τοὺς μελαγχολῶντας ἁπλῶς, τοὺς περὶ τὰ μάταια τοῦ βίου λυττῶντας ἀεί· |
[00923] | εἰπεῖν μὲν γὰρ ταῦτα καὶ διηγήσασθαι ῥᾴδιον, πρᾶξαι δὲ οὐκέτι ὁμοίως εὔπορον, ἀλλὰ καὶ σφόδρα χαλεπόν. |
[01829] | Ὅπερ καὶ ὁ μακάριος Παῦλος δεδοικὼς, ταχέως αὐτὴν ἐκέλευσεν ἀφελεῖν μετὰ τὸ πρᾶξαι τὸ ἑαυτῆς, καὶ τὴν αἰτίαν προσετίθει ταύτην, ἣν ἐγὼ λέγω νῦν· |
Ad Stelechium de compunctione ii | Ante [Go Back] |
[00224] | πρόκειταί τι πρᾶξαι τῶν ἀρεσκόντων Θεῷ, καὶ σὺ περὶ μισθοῦ φροντίζων ἕστηκας; |
[00231] | Εἶτα, ἄνθρωποι μὲν οὕτως εὐγενῶς πρὸς τοὺς ὁμοδούλους διάκεινται, σὺ δὲ ὁ τοσαῦτα εὐεργετηθεὶς παρὰ τοῦ ∆εσπότου, καὶ τοσαῦτα προσδοκῶν ἀγαθὰ, ἡνίκα ἄν τι δέῃ πρᾶξαι τῶν εἰς σωτηρίαν ἡκόντων τὴν σὴν, πρὸ τῆς πράξεως τὸν μισθὸν περιεργάζῃ. |
Ad viduam juniorem | Ante [Go Back] |
[00135] | Σὺ μὲν γάρ, ὦ θαυμασία, καὶ κείμενον ἐπὶ τῆς κλίνης εἶδες τὸν καλὸν ἐκεῖνον, καὶ ἐσχάτης ἤκουσας φωνῆς, καὶ τίνα χρὴ πρᾶξαι ὑπὲρ τῶν πραγμάτων τῆς οἰκίας ἔμαθες ἐπισκήπτοντος, καὶ διὰ τῶν διαθηκῶν ἅπασαν τοῖς πλεονέκταις καὶ συκοφάνταις ἀποτειχίζοντος ἔφοδον. |
Adversus Judaeos | Ante [Go Back] |
[00856] | καὶ οὐδὲν ὅλως ἔνι οὔτε εἰπεῖν, οὔτε πρᾶξαι ταύτης χωρίς. |
Catecheses ad illuminandos | Ante [Go Back] |
[00641] | [4.17] Εἰ γὰρ ἄνθρωποι τὰς βιωτικὰς λειτουργίας ἀναδεχόμενοι καὶ ἐπὶ τῆς ἐσθῆτος πολλάκις ἣν περίκεινται τὸν τύπον τῶν βασιλικῶν εἰκόνων ἐπιφερόμενοι καὶ διὰ τοῦτο ἀξιόπιστοι τοῖς ἄλλοις ἅπασι φαινόμενοι, οὐδὲν ἀνάσχοιντο ἄν ποτε πρᾶξαι τοιοῦτον ὃ τῆς ἐσθῆτος ἐκείνης τῆς τοὺς τύπους ἐχούσης τοὺς βασιλικοὺς ἀνάξιον ἂν γένοιτο, ἀλλὰ κἂν αὐτοί ποτε ἐπιχειρήσωσι, πολλοὺς ἔχουσι τοὺς διακωλύοντας, κἂν ἕτεροί τινες αὐτοὺς κακῶς διαθεῖναι βούλοιντο, ἱκανὴν ἔχουσιν ἀσφάλειαν τοῦ μηδὲν ἀηδὲς παθεῖν τῆς ἐσθῆτος τὴν περιβολήν, πολλῷ δὴ μᾶλλον οἱ οὐκ ἐπὶ ἱματίου ἀλλ' ἐπὶ ψυχῆς αὐτὸν τὸν Χριστὸν ἔχοντες ἐνοικοῦντα καὶ τὸν τούτου Πατέρα καὶ τοῦ Πνεύματος τοῦ ἁγίου τὴν ἐπιφοίτησιν, πολλὴν ἂν εἶεν δίκαιοι τὴν ἀσφάλειαν ἐπιδείκνυσθαι καὶ πᾶσιν ἑαυτοὺς καταδήλους ποιεῖν διὰ τῆς ἀκριβοῦς πολιτείας καὶ τῆς τοῦ βίου ἐπιμελείας ὅτι τὴν εἰκόνα τὴν βασιλικὴν ἐπιφέρουσιν. |
Catechesis de juramento | Ante [Go Back] |
[00184] | πολλάκις τις ὤμοσε πρᾶξαι πρᾶγμα παράνομον καὶ ἐνέπεσεν εἰς βρόχον ἄλυτον· |
[00206] | ἃ γὰρ ἡ βασιλὶς τότε οὐκ ἐπῃσχύνετο πρᾶξαι, νῦν θεραπαινίδιον εὐτελὲς οὐκ ἂν ἕλοιτο ὑπομεῖναι. |
Commentarius in Job | Ante [Go Back] |
[01987] | [7,20a] εἰ ἐγὼ ἥμαρτον, φησίν, τί δύναμαί σοι πρᾶξαι; |
[01993] | τί δύναμαί σοι πρᾶξαι; |
[02025] | εἰ ἐγὼ ἥμαρτον, τί δύναμαί σοι πρᾶξαι;» ὥσπερ ἄν τις πένης καὶ οὐδὲν ἔχων καταφαγὼν ἅπαντα λέγοι τῷ δεδανεικότι· |
[03927] | εἰ ἥμαρτον, τί δύναμαί σοι πρᾶξαι; |
De Babyla contra Julianum et gentiles | Ante [Go Back] |
[00167] | Ἐγὼ τὸν ἄνδρα ἐκεῖνον στοχάζομαι μᾶλλον δὲ οὐ στοχάζομαι ἀλλὰ πιστεύω μὴ πρὸς χάριν, μὴ πρὸς ἀπ έχθειαν μήτε πρᾶξαι μήτε εἰπεῖν τί ποτε ἀλλὰ καὶ πρὸς φόβον καὶ πρὸς τὴν τούτου δυνατωτέραν κολακείαν καὶ πρὸς τὰ ἄλλα τὰ τοιαῦτα πολλὰ δὲ τὰ ἀνθρώπινα γενναίως στῆναι καὶ ἀνδρείως καὶ μηδὲ μικρόν τι τῆς ὀρθῆς διαφθεῖραι κρίσεως. |
[00178] | [38] Εἰ δὲ δεῖ τι καὶ παράδοξον εἰπεῖν οὐχ οὕτω θαυμάζω τοῦ μακαρίου τὸ κατατολμῆσαι τῆς τοῦ κρατοῦντος μανίας ὡς τὸ συνιδεῖν μέχρι τίνος τοῦτο ποιῆσαι ἐχρῆν, καὶ μηδὲν περαιτέρω μήτε πρᾶξαι μήτε εἰπεῖν. |
[00200] | αἱ κραιπάλαι καὶ οἱ κῶμοι οἱ μεθ' ἡμέραν, οἱ διὰ πάσης νυκτός, οἱ αὐλοὶ καὶ τὰ τύμπανα, τὸ μετὰ πάσης ἀναισχυντίας αἰσχρὰ μὲν εἰπεῖν πρᾶξαι δὲ αἰσχρότερα· |
De fato et providentia | Ante [Go Back] |
[00472] | ἡ δὲ εἱμαρμένη τοῖς ὑπηκόοις, καὶ πάντα πειθομένοις, μᾶλλον δὲ κατηναγκασμένοις, οὐκ εἴσεται συγγνώμην, ἀλλ' ὑπὲρ ὧν αὐτοὺς κατηνάγκασε πρᾶξαι, ὑπὲρ τῶν αὐτῶν αὐτοὺς ἀπαιτεῖ δίκην· |
De laudibus sancti Pauli apostoli | Ante [Go Back] |
[00835] | ἐπεὶ οὐδὲ τὸ λυπεῖσθαι ἔγκλημα, ἀλλὰ τὸ διὰ τὴν λύπην εἰπεῖν τι ἢ πρᾶξαι τῶν τῷ Θεῷ μὴ δοκούντων. |
De non iterando conjugio | Ante [Go Back] |
[00148] | Ἂν μὲν γὰρ τῶν δυνατῶν ᾖ καὶ πολλὴν ἐχόντων ἰσχύν, ἔστιν ὅτε παρὰ γνώμην πολλὰ καὶ πρᾶξαι καὶ παθεῖν αὐτὴν βιάσεται, καὶ ὅπερ ἐπὶ τῆς χηρείας ἐδεδοίκει, τοῦτο μετὰ πλείονος ἀνάγκης ὑποστήσεται νῦν· |
De oratione | Ante [Go Back] |
[00063] | Τὸ ἀγαθὸν πρᾶξαι μὲν οὐ δυνάμεθα, ὅπως τύχωμεν τῆς βασιλείας τῶν οὐρανῶν· |
De patientia sermo 2 | Ante [Go Back] |
[00181] | οὐκ ἐδειλίασεν ὑμῶν ἡ καρδία τοῦτο πρᾶξαι τολμήσασα; |
De sacerdotio | Ante [Go Back] |
[00773] | αὐτὴ δὲ μίαν ἔχει φροντίδα μόνον, τὸ μηδὲν ἀνάξιον μήτε πρᾶξαι μήτε εἰπεῖν τῆς αὐτῇ προσηκούσης κοσμιότητος. |
Eclogae ex diversis homiliis | Ante [Go Back] |
[01764] | Ψυχὴ γὰρ καθάπαξ ὑπὸ φιλοχρηματίας ἁλοῦσα, οὐ ῥᾳδίως οὐδὲ εὐκόλως παραιτήσεται καὶ πρᾶξαι καὶ εἰπεῖν τι τῶν παροξυνόντων Θεὸν, ἅτε καὶ ἑτέρου γενομένη δεσπότου δούλη, καὶ πάντα ἀπεναντίας ἐπιτάττοντος τῷ Θεῷ. |
[01770] | οὕτω καὶ ἡ ψυχὴ, ὅταν μὴ ἔχῃ τι πρᾶξαι τῶν ἀναγκαίων, ἐπειδὴ ἀργεῖν οὐ δύναται, πάντως τοῦ πράττειν ἐπιθυμοῦσα, πονηροῖς ἑαυτὴν ἐκδίδωσι πράγμασιν. |
[02740] | Ὅταν οὖν νόσῳ περιπέσῃς χαλεπῇ, καὶ πολλοὶ παραγίνωνται ἀναγκάζοντες, οἱ μὲν ἐπῳδαῖς, οἱ δὲ περιάμμασιν, οἱ δὲ ἑτέροις τισὶ παραμυθήσασθαι τὸ κακὸν, σὺ δὲ διὰ τὸν τοῦ Θεοῦ φόβον ἐνέγκῃς γενναίως τὸν ἐκ τῆς νόσου πόνον καὶ ἀκλινῶς, καὶ πάντα ἂν ἕλῃ παθεῖν ἢ ὑποστῆναί τι τῶν τοιούτων πρᾶξαι· |
[02744] | οὕτω καὶ σὺ τὰς ἀπὸ τῆς νόσου φέρεις ἀλγηδόνας, ὥστε μηδενὸς δεηθῆναι τῶν παρ' ἐκείνου, μηδὲ πρᾶξαι ἅπερ ἐπιτάττει. |
[06119] | τί οὐκ ἂν ἕλοιντο καὶ πρᾶξαι καὶ παθεῖν, ὥστε [63.754] ἀπαλλαγῆναι τῆς ἀχλύος ἐκείνης καὶ τοῦ νέφους; |
[06485] | Εἰ τοίνυν ἐπὶ τούτων οὐ μόνον τὸ κακόν τι μὴ πρᾶξαι, ἀλλὰ καὶ ἡ τῶν ἀγαθῶν ἔλλειψις ἀδικία μεγάλη, πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν. |
[07216] | ἐκεῖνο ἂν εἴποιμι, ὅτι ἠδύνασο πρᾶξαι, τῷ δυσχερᾶναι, τῷ ἀποδυσπετῆσαι, τῷ κατεύξασθαι τοῦ λελυπηκότος, τῷ καταράσασθαι αὐτῷ μυρία, τῷ πρὸς πάντας διαβαλεῖν· |
Epistulae | Ante [Go Back] |
[02839] | Ἵνα μὴ νομίσητε ἀλλότριον ὑμῶν εἶναι τὸ τῆς σπουδῆς ἅπτεσθαι, καὶ τῶν πόνων τῶν εἰς τὴν ἐκκλησιαστικὴν διόρθωσιν συντελούντων, ἀλλ' ὡς πρέπον ὑμῖν ἐστι, καὶ δι' ἑαυτῶν, καὶ δι' ἑτέρων, ὧν ἂν οἷόν τε ᾖ, τὴν προσήκουσαν εἰσενέγκητε σπουδὴν, εἰς τὸ λῦσαι τὴν κοινὴν ζάλην καὶ ταραχὴν τὴν τὰς Ἐκκλησίας τῆς Ἀνατολῆς καταλαβοῦσαν, Ὅσῳ γὰρ χαλεπωτέρα γέγονεν ἡ ζάλη, καὶ βαρύτερος ὁ χειμὼν, τοσούτῳ καὶ ὑμῖν πλείων ἔσται ὁ μισθὸς, ταῖς πάντα πρᾶξαι καὶ παθεῖν αἱρουμέναις, ὑπὲρ τοῦ τὴν διαταραχθεῖσαν εἰρήνην ἐπαναγαγεῖν, καὶ ἐν καταστάσει τῇ προσηκούσῃ σπουδάσαι καταστῆσαι διαταραχθέντα ἅπαντα. |
[02872] | Χρήσασθε τοίνυν εἰς καιρὸν τῇ προθυμίᾳ, καὶ δι' ἑαυτῶν, καὶ δι' ἑτέρων, ὧν ἂν οἷόν τε ᾖ, ταῦτα καὶ πρᾶξαι καὶ εἰπεῖν σπουδάσατε, ἵνα τὸ κατέχον κλυδώνιον καταστεῖλαι δυνήσεσθε. |
Epistulae ad Olympiadem | Ante [Go Back] |
[00651] | Εἶτα ὡς πρὸς αὐτὸν εἶπον καὶ τί δέοι πρᾶξαι· |
[01282] | ἡ δὲ ὅταν νικήσῃ, τότε μάλιστα καταισχύνεται, τότε κολάζεται, τότε πολλῆς πληροῦται τῆς ἀτιμίας καὶ πρὸ τῆς ἀποκειμένης αὐτῇ κολάσεως, ἐν αὐτῷ τῷ πράττειν τιμωρουμένη, οὐχὶ μετὰ τὸ πρᾶξαι μόνον. |
Fragmenta in Jeremiam | Ante [Go Back] |
[01866] | Πολλὴ ἡ ἀναισχυντία, μετὰ τὸ πρᾶξαι παραστῆναι τῷ δικαστῇ τῷ ταῦτα πάντα εἰδότι· |
[05479] | Εἰπάτω, φησὶν, ἡμῖν ὁ Θεὸς, τί δεῖ πρᾶξαι. |
Fragmenta in Job | Ante [Go Back] |
[00216] | εἰ γὰρ καὶ ἀφηνίασε τῇ προθέσει, ἀλλ' ὑπὸ τὸν ζυγὸν κεῖται τῆς δουλείας, καὶ κελεύεται ὡς δήμιος πρᾶξαι τὰ προσταττόμενα. |
In Acta apostolorum | Ante [Go Back] |
[02607] | Οὐδεὶς γὰρ, οἶμαι, τῶν οὐκ ὀμνυόντων εὐκόλως θελήσει ἄλλο τι πρᾶξαι πονηρὸν, ἀλλὰ τὴν ἤδη κατορθωθεῖσαν ἀρετὴν αἰσχυνθήσεται. |
[09999] | Οὐδεὶς γὰρ ἀρκεῖ καθ' ἑαυτόν τι πρᾶξαι, ἄν τε χειροτονῆσαι δέῃ, ἄν τε βουλὰς σκέψασθαι καὶ γνώμας, ἀλλὰ τιμιώτεροι γίνονται ἀπὸ τῆς συνόδου καὶ τοῦ πλήθους. |
[09999] | Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι. |
[09999] | Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου, φησὶ, δεῖν πολλὰ ἐναντία πρᾶξαι· |
In Genesim sermones | Ante [Go Back] |
[01010] | Τὰ γὰρ κακὰ πάντες οἴδαμεν καὶ πρὶν ἢ πρᾶξαι, σαφέστερον δὲ μανθάνομεν μετὰ τὸ πρᾶξαι· |
In Isaiam | Ante [Go Back] |
[02705] | τουτέστι, τὸν ἰσχυρόν, τὸν ἐνεργεῖν δυνάμενον, τὸν ὁτιοῦν πρᾶξαι ἰσχύοντα. |
In Joannem | Ante [Go Back] |
[01536] | Ψυχὴ γὰρ καθάπαξ ὑπὸ φιλοχρηματίας ἁλοῦσα, οὐ ῥᾳδίως οὐδὲ εὐκόλως παραιτήσεται καὶ πρᾶξαι καὶ εἰπεῖν τι τῶν παροξυνόντων τὸν Θεὸν, ἅτε καὶ ἑτέρου γενομένη δεσπότου δούλη, καὶ πάντα ἀπεναντίας ἐπιτάττοντος τῷ Θεῷ. |
[01787] | Εἰ δὲ μὴ βουλοίμεθα ἄξια τῆς κλήσεως πρᾶξαι ἐκείνης, οὐκ ἔστι τοῦτο παρὰ τὸν τετιμηκότα, ἀλλὰ παρ' ἡμᾶς. |
In Psalmum 118 | Ante [Go Back] |
[00413] | Ἐπικείσθω μοι οὖν ὁ φόβος σου, μὴ ἐῶν με πρᾶξαι θέλημα σαρκός. |
In Samaritanam | Ante [Go Back] |
[00365] | Ὁ γὰρ ἐπαισχυνόμενος ἀνθρώπῳ ἀποκαλύψαι τὰ ἁμαρτήματα, Θεοῦ δὲ ὁρῶντος μὴ αἰσχυνόμενος πρᾶξαι, μηδὲ θέλων ὁμολογῆσαι, καὶ μετανοῆσαι, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἐνώπιον ἑνὸς καὶ δύο, ἀλλὰ τῆς οἰκουμένης ἁπάσης ὁρώ σης παραδειγματίζεται. |
In epistulam II ad Corinthios | Ante [Go Back] |
[02502] | οὕτω καὶ ἡ ψυχὴ, ὅταν μὴ ἔχῃ τι πρᾶξαι τῶν ἀναγκαίων, πάντως τοῦ πράττειν ἐπιθυμοῦσα, πονηροῖς ἑαυτὴν δίδωσι πράγμασι. |
[06673] | Οὐ γὰρ τολμήσει τι πρᾶξαι ἀδεῶς τῶν κατὰ γνώμην, ἵνα μὴ προσκρούσῃ τοῖς δοξάζουσιν αὐτόν· |
In epistulam II ad Thessalonicenses | Ante [Go Back] |
[01217] | Εἰπεῖν μὲν γὰρ παντὶ εὔκολον, πρᾶξαι δὲ ὅταν εἰς χρείαν καταστῶμεν, σφόδρα δύσκολον. |
In epistulam II ad Timotheum | Ante [Go Back] |
[00159] | Πολλάκις δὲ, ὅταν καὶ φιλονεικήσῃ τι πρᾶξαι τῶν αὐτῷ δοκούντων, τὸ πᾶν αὐτῷ τῆς ἡδονῆς ἠφάνισε τῆς ἐκ τῆς πράξεως ἐκείνης, πολλῶν ὄντων τῶν ἀπεχθανομένων αὐτῷ. |
In epistulam I ad Corinthios | Ante [Go Back] |
[01346] | Οὐκ εὔδηλον καὶ τοῖς σφόδρα ἀνοήτοις, ὅτι εἰ μὴ δαψιλοῦς καὶ μεγάλης ἀπέλαυσαν χάριτος, καὶ ἐνέχυρα τῆς ἀναστάσεως ἔλαβον, οὐ μόνον πρᾶξαι καὶ ἐπιχειρῆσαι, ἀλλ' οὐδὲ ἐννοῆσαι ταῦτα ἠδύναντο; |
[04582] | Ἵνα γὰρ μὴ νομίσωσιν, ὅτι ὡς ἀτελεστέροις αὐτοῖς τοῦτο οὐκ ἐπέταξε, καὶ ὡς τέλειοι δῆθεν αὐτὸ πρᾶξαι ἐπιχειρήσωσι, δείκνυσιν ὅτι οὐδὲ δυνατὸν τοῦτο γενέσθαι, οὐδὲ εἰ σφόδρα βούλοιντο· |
In epistulam I ad Thessalonicenses | Ante [Go Back] |
[00903] | διὰ τὸν τοῦ Θεοῦ φόβον ἤνεγκας γενναίως καὶ ἀκλινῶς, καὶ πάντα ἂν εἵλου παθεῖν ἢ ὑποστῆναί τι τῶν εἰδωλικῶν πρᾶξαι; |
[00909] | [62.413] ἀλγηδόνας, ὥστε μηδενὸς δεηθῆναι τῶν παρ' ἐκείνου, μηδὲ πρᾶξαι ἅπερ ἐπιτάττει. |
[01689] | Ὅταν οὖν παῖδα ἀπολέσῃς ἐν ἀώρῳ ἡλικίᾳ, οὐδὲν οὐδέπω πρᾶξαι δυνάμενον, τίνος ἕνεκεν θρηνεῖς; |
[02140] | τί οὐκ ἂν ἕλοιντο καὶ πρᾶξαι καὶ παθεῖν, ὥστε ἀπαλλαγῆναι τῆς ἀχλύος ἐκείνης τοῦ νέφους; |
In epistulam ad Ephesios | Ante [Go Back] |
[03973] | Ἔκλεψαν, τοῦτό ἐστι τὸ ἁμάρτημα πρᾶξαι· |
[04398] | Εἰ τοίνυν καὶ ἐπὶ τῶν οἰκετῶν, καὶ ἐπὶ τῶν δημιουργῶν, καὶ ἐπὶ τοῦ σώματος παντὸς ἀδικία μεγάλη, οὐ μόνον τὸ κακόν τι πρᾶξαι, ἀλλὰ καὶ ἡ τῶν ἀγαθῶν ἔλλειψις, πολλῷ μᾶλλον ἐπὶ τοῦ σώματος τοῦ Χριστοῦ τοῦτο γένοιτ' ἄν. |
[05841] | Ὁ γὰρ μήτε αὐλῶν μήτε ὀρχουμένων μήτε ᾀσμάτων κεκλασμένων ἀνασχόμενος, καὶ ταῦτα παρὰ τὸν τοῦ γάμου καιρὸν, σχολῇ γ' ἂν οὗτος ἀνέξεταί ποτε πρᾶξαι ἢ εἰπεῖν τι αἰσχρόν. |
In epistulam ad Hebraeos | Ante [Go Back] |
[08249] | αἰσχύνη γάρ ἐστι τὸ ἄτοπόν τι πρᾶξαι. |
[08903] | καὶ ἴσασιν οἱ μετὰ τὸ πρᾶξαι ὑπὸ τοῦ συνειδότος τηκόμενοι, οἱ πικρίαν πολλὴν ὑπομένοντες· |
In epistulam ad Philippenses | Ante [Go Back] |
[02953] | τὸν δὲ Ἐπαφρόδιτον ἄνδρα γενναῖον ὄντα, παντὸς καταφρονῆσαι κινδύνου, ὥστε προσελθεῖν καὶ ὑπηρετήσασθαι, καὶ πάντα πρᾶξαι, ἅπερ ἐχρῆν. |
In illud Utinam sustineretis modicum | Ante [Go Back] |
[00168] | Τί γὰρ ἔδει πρᾶξαι λοιπόν; |
Non esse ad gratiam concionandum | Ante [Go Back] |
[00158] | αἰσχύνου πρᾶξαι ἁμαρτήματα. |
Synopsis scripturae sacrae | Ante [Go Back] |
[01773] | ὅτι, Εἰ ἐγὼ ἥμαρτον, τί δυνήσομαι πρᾶξαι; |
Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»