Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μητέρες [59]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μητέρες
Ad illuminandos catecheses | Ante [Go Back] |
[00495] | Ὅτε γοῦν οἱ δόξαντες εἰς τὸν βασιλέα ὑβρικέναι, εἰς τὸ δικαστήριον εἵλκοντο καὶ περὶ τῶν ἐσχάτων ἐκινδύνευον, τότε αἱ μητέρες καὶ αἱ γυναῖκες τὰ περιδέῤῥαια καὶ τὰ χρυσία καὶ τοὺς μαργαρίτας ἀποθέμεναι καὶ τὸν κόσμον ἅπαντα καὶ τὰ ἱμάτια τὰ χρυσᾶ, λιτὴν καὶ εὐτελῆ λαβοῦσαι ἐσθῆτα, καὶ σποδὸν καταπασάμεναι, καὶ πρὸ τῶν θυρῶν τοῦ δικαστηρίου κυλινδούμεναι, οὕτω τοὺς δικάζοντας ἐπέκαμπτον. |
Ad populum Antiochenum | Ante [Go Back] |
[01210] | καὶ παρηκολούθουν μητέρες πόῤῥωθεν μὲν ὁρῶσαι τοὺς παῖδας ἀποτεμνομένους, ὀδύρεσθαι δὲ τὴν συμφορὰν οὐ τολμῶσαι· |
[01213] | οὕτω δὴ καὶ ἐνταῦθα, καθάπερ ὑπὸ κυμάτων τινῶν τῷ φόβῳ τῶν στρατιωτῶν ἀνειργόμεναι αἱ μητέρες, οὐ μόνον προσελθεῖν καὶ ἐξελέσθαι τῆς καταδίκης αὐτοὺς οὐκ ἐτόλμησαν, ἀλλὰ καὶ δακρῦσαι ἔδεισαν. |
[02032] | αἱ δὲ μητέρες ὑποδεξάμεναι τοῖς κόλποις τοῖς ἑαυτῶν κατέχουσι καὶ περισφίγγουσι, καὶ τὰ δάκρυα καταψήσασαι καταφιλοῦσι, καὶ τὴν ὀδυνωμένην αὐτῶν ἀνακτῶνται ψυχὴν, πείθουσαι δι' ὧν λέγουσιν, ὅτι χρήσιμος ὁ τῶν διδασκάλων αὐτοῖς φόβος. |
[03737] | Ἐπειδὴ γὰρ οἱ προσήκοντες ἅπαντες ἐκείνοις, καὶ γυναῖκες, καὶ μητέρες, καὶ θυγατέρες, καὶ πατέρες εἱστήκεισαν πρὸ τῶν τοῦ δικαστηρίου θυρῶν, ὥστε, εἴ τινα συμβαίη τὴν ἐπὶ θάνατον ἀπενεχθῆναι, μηδένα τῇ θέᾳ τῆς συμφορᾶς ἐμπρησθέντα θόρυβόν τινα ποιῆσαι καὶ ταραχὴν, πόῤῥωθεν ἐφόβουν οἱ στρατιῶται πάντας, προκαταλαμβάνοντες αὐτῶν τῷ δέει τὴν διάνοιαν. |
Adversus Judaeos | Ante [Go Back] |
[00644] | Οὕτω καὶ μητέρες ποιοῦσι φιλόστοργοι· |
De Anna i | Ante [Go Back] |
[00293] | ὅσαι μητέρες, οὕτω τρεφέτωσαν τεχθέντα τὰ παιδία· |
[00594] | Αἵ τε γὰρ στεῖραι δυνήσονται μαθεῖν, πῶς ἂν γένοιντο μητέρες· |
[00595] | καὶ αἱ μητέρες εἴσονται πάλιν, ποῖος παιδοτροφίας ἄριστος ἂν γένοιτο τρόπος. |
De Chananaea | Ante [Go Back] |
[00230] | βοηθήσατέ μου τῷ λόγῳ, ὅσαι μητέρες ἐγένεσθε. |
[00334] | Ἦσαν γὰρ παρ' αὐτοῖς παράνομοι ἐπιμιξίαι, διεφθαρμένοι τῆς φύσεως οἱ νόμοι, εἴδωλα προσκυνούμενα, ξύλα θεραπευόμενα, Θεὸς ὑβριζόμενος, τέκνα σφαττόμενα, πατέρες ἐμπτυόμενοι, μητέρες ἀτιμαζόμεναι, πάντα ἠλλοίωτο, πάντα ἀνατέτραπτο, δαιμόνων ζωὴν ἔζων. |
De Maccabeis | Ante [Go Back] |
[00054] | Καὶ τὸ λεγόμενον τοῦτο ἴσασι καλῶς, ὅσαι πεῖραν ὠδίνων ἔλαβον γυναῖκες, καὶ μητέρες ἐγένοντο. |
[00056] | οὕτω τῶν οἰκείων κακῶν τὰς τῶν παίδων συμφορὰς ἀφορητοτέρας αἱ μητέρες εἶναι νομίζουσιν. |
[00083] | Ἀκουέτωσαν μητέρες ταῦτα, ζηλούτωσαν τὴν ἀνδρείαν τῆς γυναικὸς, τὴν περὶ τὰ ἔγγονα φιλοστοργίαν· |
[00227] | Ταύτην μιμείσθωσαν πατέρες, ζηλούτωσαν μητέρες, καὶ γυναῖκες, καὶ ἄνδρες, ἐν παρθενίᾳ ζῶντες, καὶ σάκκους περιβεβλημένοι, καὶ κλοιὰ περικείμενοι· |
De baptismo Christi | Ante [Go Back] |
[00156] | εἰ δὲ αἱ μητέρες συγγενεῖς ἦσαν, εὔδηλον ὅτι καὶ τὰ παιδία · |
De beato Abraham | Ante [Go Back] |
[00121] | Ὅσοι πατέρες ἢ μητέρες, συνέλθετε, χεῖρα ὀρέξατε, βοηθήσατε τῷ λόγῳ· |
De corruptoribus virginum | Ante [Go Back] |
[00138] | Ἰδοὺ, πατέρες καὶ μητέρες καὶ ἀδελφοὶ καὶ ἀδελφαὶ καὶ τέκνα πάντα, τὰ συμφέροντα παρέθηκα ὑμῖν, λέγω δὴ τοῖς μονάζουσι καὶ ταῖς παρθένοις. |
De inani gloria et de educandis liberis | Ante [Go Back] |
[00526] | καθάπερ γὰρ μητέρες τινὲς τῶν λογισμῶν τὰ πάθη ταῦτα καθεστήκασιν. |
De mutatione nominum | Ante [Go Back] |
[00140] | ἐπειδὰν δὲ οἱ νεοττοὶ προσδοκήσαντες πλησίον ἔλθωσιν, αἱ μητέρες ἀφεῖσαι τὴν τροφὴν ἐπὶ τοῦ ἐδάφους, δι' ἑαυτῶν κελεύουσιν ἀναλέγεσθαι· |
De paenitentia [1] | Ante [Go Back] |
[00031] | ἀλλ' ὥσπερ αἱ γυναῖκες ὅσαι πεῖραν ὠδίνων ἔλαβον καὶ μητέρες ἐγένοντο, τοῖς τεχθεῖσι παιδίοις, ὅπουπερ ἂν ὦσιν, εἰσὶ διηνεκῶς συνδεδεμέναι· |
De sanctis Bernice et Prosdoce | Ante [Go Back] |
[00300] | Εἰσῆλθε μήτηρ μετὰ δύο θυγατέρων ἀκουέτωσαν καὶ μητέρες καὶ παρθένοι, καὶ αἱ μὲν οὕτω πειθέσθωσαν μητράσιν, αἱ δὲ οὕτω παιδευέτωσαν θυγατέρας, οὕτω φιλείτωσαν τὰ παιδία· |
[00336] | Ἐκείνων ἴσασι τῶν ὠδίνων, ὅσαι μητέρες ἐγένοντο, οἷαι αἱ ὠδῖνες θυγατέρας ἰδεῖν ἀποθνησκούσας· |
[00347] | Καὶ μαρτυρήσετέ μου τῷ λόγῳ πᾶσαι ὅσαι μητέρες ἐγένεσθε, καὶ πεῖραν ὠδίνων ἐλάβετε, καὶ θυγατέρας ἐσχήκατε. |
[00356] | Ταῦτα ἀκουέτωσαν μητέρες, ἀκουέτωσαν παρθένοι, μητέρες μὲν ἵνα οὕτω παιδεύωσι τὰς θυγατέρας, παρθένοι δὲ ἵνα οὕτω πείθωνται ταῖς μητράσιν. |
De sancto Meletio Antiocheno | Ante [Go Back] |
[00017] | Παρὰ γὰρ τὴν ἀρχὴν αὐτὸν εἰς τὴν πόλιν εἰσελθόντα δεξάμενοι, τὸ παιδίον ἕκαστος τὸ ἑαυτοῦ ἀπὸ τῆς προσηγορίας ἐκαλεῖτε τῆς ἐκείνου, διὰ τῆς προσηγορίας εἰς τὴν οἰκίαν ἕκαστος τὴν ἑαυτοῦ τὸν ἅγιον εἰσάγειν νομίζοντες, καὶ πατέρας, καὶ πάππους, καὶ προγόνους παρατρέχουσαι αἱ μητέρες τὸ ὄνομα τοῦ μακαρίου Μελετίου τοῖς τεχθεῖσι παιδίοις ἐπετίθεσαν. |
Eclogae ex diversis homiliis | Ante [Go Back] |
[01429] | ἐπειδὰν δὲ οἱ νεοττοὶ προσδοκήσαντες πλησίον ἔλθωσιν, αἱ μητέρες ἀφεῖσαι τὴν τροφὴν ἐπὶ τοῦ ἐδάφους, δι' ἑαυτῶν κελεύουσιν ἀναλέγεσθαι. |
Epistulae | Ante [Go Back] |
[03558] | Ὡς αἵ γε τῷ πάθει καταμαλακιζόμεναι, καὶ πρὸ τοῦ συμφέροντος τῶν παίδων τὴν παρουσίαν αὐτῶν ἐπιζητοῦσαι, οὐ μητέρες, ἀλλὰ παιδοκτόνοι δικαίως ἂν κληθεῖεν. |
Fragmenta in Job | Ante [Go Back] |
[00530] | Πολλάκις οὖν μητέρες εἰς ὕβριν τὰ τέκνα διερεθίζουσιν, οὐ τῇ ὕβρει, ἀλλὰ τῇ ἀκακίᾳ, ἀλλὰ τῷ ἀκεραίῳ, καὶ ἀφελεῖ τοῦ ἤθους, ἐπαγαλλόμεναι· |
In Herodem et infantes | Ante [Go Back] |
[00080] | εἱλίσσετο γὰρ αὐτῶν ἔνδον σπλάγχνα, ἐπιστάμεναι τί πάσχουσι μητέρες ἀῤῥένων βρεφῶν βιαίῳ θανάτῳ στερούμεναι. |
[00085] | Ὢ τοῦ ἀδίκου δόγματος ἐκείνου, τοῦ ἀθρόως ἐπισκηψαμένου τότε κατὰ πόλιν καὶ κώμας καὶ ἀγροὺς καὶ ῥύμας! Οὐκ ἦν ποῦ κρύψωσιν αἱ μητέρες τὰ τέκνα· |
[00090] | Εἰ βαρβάρων ἔφοδος ἐγεγόνει, κουφότερον ἂν αἱ μητέρες τὴν ὀδύνην ἔφερον· |
[00094] | Αἱ μητέρες ἐβόων, καὶ ὁ ἀκούων οὐκ ἦν· |
[00099] | Ἐπὶ τούτοις οὖν καὶ τοῖς παραπλησίοις αἱ μητέρες ἠσθένουν, καὶ τῷ πάθει μεθύουσαι τῆς εὐπρεπείας οὐκ ἐφρόντιζον. |
[00114] | Μὴ κλαίετε, μητέρες, μὴ κλαίετε· |
[00116] | Μὴ κλαίετε, μητέρες, μὴ κλαίετε· |
In Joannem | Ante [Go Back] |
[02108] | Καθάπερ γὰρ αἱ μητέρες τῶν ὀρνίθων τοὺς νεοττοὺς οὐκ εὐθέως οὐδὲ ἐν ἡμέρᾳ μιᾷ τὴν πτῆσιν ἐκδιδάσκουσιν ἅπασαν, ἀλλὰ νῦν μὲν τοσοῦτον ἐξάγουσιν ὅσον ἔξω γενέσθαι τῆς καλιᾶς, νῦν δὲ αὐτοὺς ἀναπαύσασαι πρῶτον, προσβιβάζουσι τῇ πτήσει πάλιν, καὶ τῇ μετὰ ταύτην ἡμέρᾳ ἑτέραν πολλῷ πλείονα προστιθέασι, καὶ οὕτως ἠρέμα καὶ κατὰ μικρὸν ἐπὶ τὸ προσῆκον ἄγουσιν ὕψος· |
In epistulam II ad Corinthios | Ante [Go Back] |
[02477] | Ὅτι μητέρες εἰσὶ, φησίν. |
In epistulam I ad Timotheum | Ante [Go Back] |
[01869] | Ἐπειδὴ γὰρ τοῦτο ἀμφιβαλλόμενον ἦν, διὰ τοῦτο λέγει, Πιστὸς ὁ λόγος, ὅτι δυνήσονται πατέρες ἀπολαύειν τῆς τῶν παίδων ἀρετῆς, καὶ μητέρες, ὅταν αὐτοὺς ἐκθρέψωσι καλῶς. |
[01874] | Ἀκούσατε ταῦτα, πατέρες καὶ μητέρες, ὡς οὐκ ἄμισθος ὑμῖν ἔσται ἡ παιδοτροφία. |
[01920] | Αἱ μητέρες, τὰς θυγατέρας μάλιστα διανείμασθε· |
In epistulam ad Colossenses | Ante [Go Back] |
[00638] | Ἂν ἐν τῷ θέρει μὴ ἐκτραφῶμεν καλῶς, ὥστε δύνασθαι ἵπτασθαι τοῦ χειμῶνος ἐπιστάντος, οὐ λήψονται ἡμᾶς αἱ μητέρες, ἀλλ' ἐάσουσι τῷ λιμῷ διαφθαρῆναι, ἢ τῆς καλιᾶς πεσούσης ἀπολέσθαι. |
In epistulam ad Galatas commentarius | Ante [Go Back] |
[01676] | Τῶν παιδίων ἐκείνων αἱ μητέρες, ἡ Σάῤῥα καὶ ἡ Ἄγαρ. |
In epistulam ad Titum | Ante [Go Back] |
[01143] | τοὺς παῖδας ἔσφαζον τοὺς ἑαυτῶν πατέρες, καὶ μητέρες παισὶν ἐπεμαίνοντο· |
In evangelii dictum et de virginitate | Ante [Go Back] |
[00035] | ἀκούσατέ μου αἱ τοῦ οὐρανίου νυμφίου στέφανοι, ἀκούσατέ μου αἱ τοῦ ἡλίου λαμπρότεραι, ἀκούσατέ μου αἱ τῆς βασιλείας εἴσοδοι, ἀκούσατέ μου αἱ τοῦ Θεοῦ φίλαι, [64.39] ἀκούσατέ μου αἱ τοῦ ∆αυῒδ χορεύτριαι, ἀκούσατέ μου τὰ τῆς Ἐλισαβὲτ ἔγγονα, ἀκούσατέ μου αἱ Ἰωάννου σύντροφοι, ἀκούσατέ μου αἱ κληρονόμοι Θεοῦ, ἀκούσατέ μου αἱ τὸ σκάμμα καὶ τὴν νίκην καὶ τὸν ἀγωνοθέτην ἐν τῷ σκάμματι περιφέρουσαι, ἀκούσατέ μου αἱ Μαρίας ἀδελφαὶ, ἀκούσατέ μου αἱ μητέρες καὶ νύμφαι καὶ δουλίδες Χριστοῦ· |
In illud Habentes eundem spiritum | Ante [Go Back] |
[00266] | Εἰ δὲ μητέρες οὕτω περὶ τὰ ἔκγονα φιλόστοργοι, πολλῷ μᾶλλον ἡμᾶς περὶ τὴν ὑμετέραν ἀγάπην πλείονα σπουδὴν καὶ ἐπιμέλειαν ἐπιδείκνυσθαι χρὴ, ὅσῳ τῶν τῆς φύσεως ὠδίνων αἱ τοῦ πνεύματός εἰσι δυνατώτεραι. |
In illud Ignem veni mittere in terram | Ante [Go Back] |
[00004] | Αἱ τῶν νηπίων φιλότεκνοι μητέρες, μέχρι δ' ἂν πρὸς μείζονα ἡλικίαν καὶ δυνατωτέραν οἱ νήπιοι αὐξηθῶσι, τὰς γαλακτοτρόφους πηγὰς τῶν μαζῶν προΐσχουσαι τοῖς φιλτάτοις, τὴν ἀκάματον τροφὴν τοῦ γάλακτος ὑφέλκειν αὐτοὺς κολακεύουσιν· |
[00005] | ἐπειδὰν δὲ πρὸς μείζονα ἡλικίαν καὶ αἴσθησιν ἔλθωσιν, ὡς καὶ ὀδοῦσι λοιπὸν τὰ τρυφερὰ τῶν βρωμάτων λεαίνειν, πρότερον αἱ μητέρες τὸ σκληρὸν τοῦ ἄρτου συντρίψασαι, ἁπαλὴν καὶ τρυφε ρὰν, δίκην μυελοῦ, τὴν τροφὴν ἑτοιμάσασαι τῷ στό ματι αὐτῶν ἐνοικίζουσι. |
In illud Vidi dominum | Ante [Go Back] |
[00260] | Εἰ οὖν μητέρες περὶ τὰ ἔγγονα οὕτως εἰσὶ φιλόστοργοι, πολλῷ μᾶλλον ἡμᾶς περὶ τὴν ὑμετέραν ἀγάπην οὕτω διακεῖσθαι χρή. |
[00631] | Οὕτω γὰρ καὶ αἱ μητέρες ποιοῦσιν· |
In illud Vidua eligatur | Ante [Go Back] |
[00169] | ὡς αἵ γε μὴ οὕτω τρέφουσαι, παιδοκτόνοι μᾶλλόν εἰσιν ἢ μητέρες. |
In oraculum Zacharia | Ante [Go Back] |
[00020] | στείρα γὰρ καὶ παρθένος ἀπροσδόκητοι μητέρες. |
In principium Actorum | Ante [Go Back] |
[00411] | μητέρες ὠδίνων ἐπελάθοντο· |
In saltationem Herodiadis | Ante [Go Back] |
[00111] | ὅτε μητέρες τῶν οἰκείων λαγόνων τὴν χλόην τῶν νηπίων παρὰ καιρὸν μαρανθεῖσαν ἐπένθουν; |
In sanctum Lucianum martyrem | Ante [Go Back] |
[00071] | Καὶ ἵνα μάθῃς ὅσον ἐστὶ λιμὸς, καὶ τέκνων ἀπεγεύσαντο μητέρες πολλάκις, τὴν τοῦ κακοῦ τούτου βίαν οὐκ ἐνεγκοῦσαι· |
[00074] | Οὓς ἔτεκον μητέρες κατήσθιον, καὶ τῶν γεννηθέντων παιδίων ἡ τεκοῦσα γαστὴρ ἐγένετο τάφος, καὶ φύσεως ἐκράτησεν ὁ λιμός· |
Quales ducendae sint uxores | Ante [Go Back] |
[00456] | Οὐ γὰρ οὕτως αὐτὰς ἔτρεφον αἱ μητέρες, καθάπερ τὰς νῦν, βαλανείοις πυκνοῖς, μύρων ἀλοιφαῖς, ἐπιτρίμμασι σκιαγραφίας, μαλακοῖς ἱματίοις, ἑτέροις μυρίοις διαφθείρουσαι τρόποις, καὶ τοῦ δέοντος μαλακωτέρας ποιοῦσαι, ἀλλ' εἰς ἅπασαν αὐτὰς ἤγαγον ἐκεῖναι σκληραγωγίαν. |
[00478] | μητέρες δὲ, οὕτω τὰς ἑαυτῶν ἀνατρέφετε θυγατέρας. |
Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»