Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum θέλων [162]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum θέλων
Ad Stagirium a daemone vexatum | Ante [Go Back] |
[00253] | Τοῦτο δὲ εἶπε σφοδροτέρους ἐργάσασθαι θέλων, καὶ πεῖσαι πλείονα πρὸς τὸν Θεὸν τὴν οἰκειότητα ἔχειν. |
Ad Theodorum lapsum i | Ante [Go Back] |
[00081] | κἂν ἐπιδείξωνται μικρόν τι σωφροσύνης τε καὶ νήψεως χαίρει τε καὶ εὐφραίνεται καὶ πολλῷ σφοδρότερον τὰ φάρμακα ἐπιτίθησιν οὐχ ὑπὲρ τῶν προτέρων αὐτοὺς ἀμυνόμενος, ἀλλὰ τὴν ὠφέλειαν ταύτην αὐξῆσαι θέλων, καὶ πρὸς τὴν καθαρὰν ὑγίειαν ἐπαναγαγεῖν· |
Ad eos qui scandalizati sunt | Ante [Go Back] |
[00311] | [6.19] Ἐπειδὴ γὰρ ἐκεῖνα μάλιστα φιλοῦσι τῶν φυτῶν οἱ γηπόνοι περὶ ἃ πολὺν ἐπεδείξαντο πόνον, δεῖξαι θέλων ὅτι καὶ κατὰ τοῦτο φιλεῖ τὸ εἶδος τοῦ φίλτρου τοὺς ἀνθρώπους, τοῦτο προσέθηκεν· |
[01096] | Καρτερικοὺς οὖν καὶ ὑπομονητικοὺς ποιῆσαι θέλων, ἀφίησι τὸ νόμισμα διακωδωνίζεσθαι παντὶ τρόπῳ. |
Ad populum Antiochenum | Ante [Go Back] |
[01838] | Καὶ ταῦτα λέγω οὐ δεινόν τι προσδοκῶν, μὴ γένοιτο, ἀλλὰ φοβουμένους ὑμᾶς οὕτως ἀεὶ διακεῖσθαι θέλων, καὶ τὸν τοῦ Χριστοῦ νόμον ἐπὶ τῶν ἔργων πληροῦν· |
[03707] | Ὁ Θεὸς ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῇν, καὶ τοῦτον καὶ τοὺς λοιποὺς νόμους ἅπαντας καταξίωσον ἡμᾶς ἐξανύσαντας, οὕτω παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ σου, ἵνα παῤῥησίας πολλῆς ἀπολαύσαντες, τῆς βασιλείας ἐπιτύχωμεν εἰς δόξαν σὴν, ὅτι σοὶ πρέπει δόξα, ἅμα τῷ μονογενεῖ σου Παιδὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Admonitiones spirituales | Ante [Go Back] |
[00063] | Ὁ θέλων ἄμωμος εἶναι ἐν ἔργοις καὶ λόγοις καὶ ἐνθυμήμασι, τί ἄλλο πράττειν ὀφείλει, εἰ μὴ διαπαντὸς ἡσυχάζειν καὶ εὔχεσθαι καὶ σιωπᾷν καὶ καταφρονεῖν ἁπάντων τῶν ἐπὶ τῆς γῆς; |
[00064] | Ὁ γὰρ τοῦτο θέλων κατορθῶσαι, θεὸν ἑαυτὸν ποιεῖ ἐπὶ τῆς γῆς, κατὰ τὸν εἰπόντα, Γίνεσθε μιμηταὶ τοῦ Θεοῦ. |
Adversus Judaeos | Ante [Go Back] |
[02525] | μᾶλλον δὲ οὐδὲ τολμήσει λοιπόν τις καταφυγεῖν πρὸς αὐτοὺς, ἀλλ' ἔσται τὸ σῶμα καθαρὸν τῆς Ἐκκλησίας, Ὁ δὲ Θεὸς, ὁ θέλων πάντας σωθῆναι ἀνθρώπους, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ὑμᾶς τε πρὸς τὴν θήραν ταύτην δυναμώσειεν, ἐκείνους δὲ τῆς πλάνης ταύτης ἀπαγάγοι, καὶ πάντας κοινῇ διασώσας, καταξιώσειε τῆς βασιλείας τῶν οὐρανῶν εἰς δόξαν αὐτοῦ, ὅτι αὐτῷ πρέπει ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Christi discipulum benignum esse debere | Ante [Go Back] |
[00039] | Ὁ θέλων κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ εἶναι, ὀφείλει ὑπὸ πάντων καταφρονεῖσθαι, διαπτύεσθαι, ἐξευτελίζεσθαι, διὰ ῥημάτων, διὰ πραγμάτων. |
Contra theatra | Ante [Go Back] |
[00147] | ἆρά μοι δευτέρου τέκνου μετὰ τὸν Ἰσαὰκ χρηστὰ φιλοτιμεῖται παρασχεῖν εὐαγγέλια, ὀφθαλμοῖς δύο τέκνων τὸ ἐμὸν θέλων ὀμματῶσαι γῆρας; |
De Babyla contra Julianum et gentiles | Ante [Go Back] |
[00472] | [96] Ἀλλ' ὅπερ πρὸ μικροῦ θέλων εἰπεῖν ἀνεβαλόμην τοῦτο νῦν εὐκαίρως ἐρῶ. |
De Christi precibus | Ante [Go Back] |
[00076] | ἀλλ' ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω πάντων διάκονος. |
De Davide et Saule | Ante [Go Back] |
[00472] | Καὶ ὅτι οὐ στοχασμὸς τὰ εἰρημένα, ἀλλὰ καὶ ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀπολογήσασθαι βουληθεὶς, κἀκεῖνον σωφρονίσαι θέλων, τῆς δίκης ἐκείνης ἀνέμνησεν, ἱκανὰ μὲν καὶ τὰ ἤδη γεγενημένα δηλῶσαι· |
De Lazaro | Ante [Go Back] |
[01828] | Ἐπεὶ καὶ ὁ Θεὸς διὰ τοῦτο ἐκέλευσεν, οὐχ αἵματος χύσιν βουλόμενος ἰδεῖν, ἀλλὰ προαίρεσίν σοι δεῖξαι θέλων, καὶ τὸν γενναῖον ἐκεῖνον ἐν μέσῳ τῆς οἰκουμένης ἀνακηρῦξαι πάσης, καὶ παιδεῦσαι τοὺς μετὰ ταῦτα πάντας, ὅτι καὶ παίδων, καὶ φύσεως, καὶ τῶν ὄντων ἁπάντων, καὶ αὐτῆς τῆς ψυχῆς τοῦ Θεοῦ τὰ προστάγματα προτιμᾷν χρή. |
De caritate [2] | Ante [Go Back] |
[00054] | καὶ ἐπήγαγε, θέλων δεῖξαι τὴν δύναμιν τῆς ἀγάπης, λέγων· |
De consubstantiali | Ante [Go Back] |
[00236] | Καίτοι γε πρὸ βραχέος ἦν αὐτὸν ἐπαινέσας καὶ μακαρίσας, ἀλλ' ὅμως Σατανᾶν αὐτὸν ἐκάλεσεν, οὐχὶ τὸν Ἀπόστολον ὑβρίσαι βουλόμενος, ἀλλὰ διὰ τῆς ὕβρεως δεῖξαι θέλων, ὡς οὐ κατὰ γνώμην αὐτῷ τὸ εἰρημένον ἦν, ἀλλ' οὕτως ἀλλότριον, ὡς τὸν ταῦτα εἰρηκότα, καίτοι Πέτρον ὄντα, μὴ ὀκνῆσαι Σατανᾶν ὀνομάσαι. |
De eleemosyna [4] | Ante [Go Back] |
[00017] | Ἀλλὰ σὺ λέγεις μὴ θέλων ἀγοράσαι τὸν παράδεισον τοῦ Θεοῦ. |
De eleemosyna [5] | Ante [Go Back] |
[00162] | ἃ μετ' ὀλίγον μὴ θέλων καταλιμπάνεις, καὶ πορεύῃ λυπούμενος, καὶ ἐπιθυμεῖς ἐκεῖ ῥανίδα ὕδατος, καὶ ἄλλοι ἐνταῦθα καταμεριζόμενοί σου τὸν πλοῦτον, οὕτως μνήμην τοῦ ὀνόματός σου ποιοῦνται. |
De gloria in tribulationibus | Ante [Go Back] |
[00088] | καὶ αὐτὴν δὲ τὴν γῆν, καὶ Ἰουδαίαν πενθεῖν λέγει καὶ μεθύειν τῇ λύπῃ οὐχ ὡς τῶν στοιχείων αἰσθανομένων τούτων, ἀλλ' ὅπερ ἔφθην εἰπὼν, ἕκαστος τῶν [51.160] προφητῶν τὴν ὑπερβολὴν τῶν ἐκ Θεοῦ χορηγουμένων ἡμῖν ἀγαθῶν, καὶ τῶν τιμωριῶν τῶν ἐκ τῆς ἡμετέρας κακίας ἐπαγομένων ἡμῖν παραστῆσαι θέλων· |
De mutatione nominum | Ante [Go Back] |
[00961] | καθὼς καὶ Παῦλός φησιν, Ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. |
De paenitentia [1] | Ante [Go Back] |
[00820] | Ὥστε καὶ αὐτὸς ὑπὲρ τοῦ συμφέροντος, θέλων σε μὴ ἀπολιμπάνεσθαι τῆς εὐχῆς, τοῦτο ποιεῖ. |
[00826] | ἦλθε δέ τις ἑσπέρας θέλων λαβεῖν ἄρτους παρ' αὐτοῦ, καὶ κρούει λέγων· |
[01650] | Ὥσπερ διδάσκαλος πρὸς παιδίον λέγων ὀκνηρὸν τοῖς πάλαι βουλόμενον ἐνδιατρίβειν ἔτι μαθήμασιν, ἐπὶ τὰ ὑψηλότερα ἀναγαγεῖν θέλων λέγει, Ἐννόησον πόσον χρόνον τὸ μάθημα τοῦτο κατέσχες· |
De petitione matris filiorum Zebedaei | Ante [Go Back] |
[00275] | παρὰ δὲ ὑμῖν οὐκ ἔσται οὕτως, ἀλλ' ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, γενέσθω πάντων ἔσχατος. |
[00278] | Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω πάντων διάκονος. |
De pseudoprophetis | Ante [Go Back] |
[00291] | Καὶ τί ὁ φιλάνθρωπος Θεὸς, ὁ πάντας ἀνθρώπους θέλων σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ὅτι ἐγγύς ἐστι πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ; |
[00293] | Εἶτα θέλων διδάξαι, ἵνα οἱ μέλλοντες προΐστασθαι τῶν Ἐκκλησιῶν, οὕτως ἐκδιώκωσι τοὺς αἱρετικοὺς, ἐποίησεν φραγέλλιον ἐκ σχοινίων, καὶ εἰσελθὼν πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, καὶ ἀπώσατο, καὶ ἐξεδίωξε, λέγων· |
De resurrectione mortuorum | Ante [Go Back] |
[00042] | ἀλλ' ὁμοῦ τε διδάξαι βουλόμενος τὰ μέλλοντα, καὶ τοὺς ἀθλητὰς τῆς εὐσεβείας ἐπιῤῥῶσαι θέλων. |
De sacerdotio | Ante [Go Back] |
[00208] | «Τίς ἄρα ὁ πιστὸς δοῦλος καὶ φρόνιμος;» οὐ τὸν πιστὸν καὶ φρόνιμον ἀγνοῶν ἔλεγεν, ἀλλὰ παραστῆσαι θέλων τὸ τοῦ πράγματος σπάνιον καὶ τῆς ἀρχῆς ταύτης τὸ μέγεθος. |
[01017] | Πολὺς οὖν κἀνταῦθα ὁ κίνδυνος καὶ στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ὑπὸ κρημνῶν ἀμφοτέρωθεν ἀπειλημμένη, καὶ δέος οὐ μικρὸν μὴ τὸν ἕτερόν τις θέλων βαλεῖν ὑπὸ θατέρου πληγῇ· |
De sancta trinitate | Ante [Go Back] |
[00341] | θέλων, ἢ μὴ θέλων; |
[00345] | ἐὰν δὲ εἴπωμεν, Μὴ θέλων, λέγουσι· |
[00352] | Θέλων ὁ Πατὴρ ἐγένετο πατὴρ, ἢ μὴ θέλων; |
[00356] | ἐὰν εἴπῃς, Μὴ θέλων, τετυράννηται, Θεὸς δὲ οὐ τυραννεῖται· |
De studio praesentium | Ante [Go Back] |
[00116] | νῦν δὲ θέλων διηνεκεῖ μνήμῃ παραδοθῆναι τὸ πρᾶγμα, καὶ προσαγορεύει τὴν γυναῖκα, καὶ διεγείρει πάντας εἰς τὴν ἐκείνης ἀντίληψιν, καὶ προστάτιν αὐτὴν ἑαυτοῦ καλεῖ, καὶ οὐκ αἰσχύνεται οὐδὲ ἐρυθριᾷ. |
De virginitate | Ante [Go Back] |
[00742] | τὸ γὰρ ἐξαίρετον τοῦτο κοινὸν εἶναι βούλεται τῶν μαθητῶν, οὐδὲν αὐτῶν πλέον ἔχειν ζητῶν ἀλλ' ἐν ἅπασιν αὐτοὺς ἐξισοῦν ἑαυτῷ θέλων. |
[01666] | [74] Πῶς θέλων ἡμᾶς ἀμερίμνους εἶναι κελεύει μεριμνᾶν. |
Eclogae ex diversis homiliis | Ante [Go Back] |
[03477] | Ὁ βασιλεὺς Ὀζίας ποτὲ τὰ ἴδια σκάμματα ὑπερβὰς, καὶ τὸ μέτρον διαπηδήσας τῆς βασιλείας, εἰσῆλθεν εἰς τὸ ἱερὸν μετὰ αὐθεντίας θυμιᾶσαι θέλων. |
[03486] | Ὁ δὲ οὐκ ἠνέσχετο, ἀλλὰ τῇ ἀπονοίᾳ φυσιούμενος ἐπεισῆλθεν εἰς τὸ ἱερὸν, ἀνεπέτασε τὰ Ἅγια τῶν ἁγίων θέλων θυμιᾶσαι. |
[04172] | Εἰσῆλθε γάρ ποτε ὁ βασιλεὺς Ὀζίας εἰς τὸν ναὸν τοῦ Κυρίου θυμιάσαι θέλων, καὶ εἰσῆλθεν Ἀζαρίας ὁ ἱερεὺς ὀπίσω αὐτοῦ· |
[06248] | ὁ μηδὲ ὅπως τοῦτο κατορθώσειεν ἀκοῦσαι θέλων, τί ἂν ἕτερον ἢ θηρίον εἴη; |
[08238] | Ἐδήλωσε μὲν οὖν, ὅτι οἶδεν αὐτὸν προδότην, οὐκ ἤλεγξε δὲ φανερῶς, ἀλλὰ συνεχώρησεν, ἀνακαλέσασθαι αὐτὸν θέλων. |
[08456] | Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς δίκαιος ὢν, καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. |
[09929] | Ἂν μὲν οὖν ἡμεῖς παρ' ὀφειλέτην ἔλθωμεν ἡμέτερον, ἐκεῖνος εἰδὼς τοῦτο, θεραπεύει καὶ ὑποδέχεται καὶ τιμᾷ, καὶ πᾶσαν ἐπιδείκνυται φιλοφροσύνην μετὰ δαψιλείας, καὶ ταῦτα, οὐκ ἀπὸ τοῦ δανείσματος διαλυόμενος, ἀλλ' ἡμέρους ἡμᾶς θέλων καταστῆσαι περὶ τὴν ἀπαίτησιν· |
[09999] | Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω ὑμῶν διάκονος· |
Epistula ad abbatem | Ante [Go Back] |
[00056] | Παρακαλῶ οὖν, τέκνον μου καὶ ἀδελφέ, ἐπειδὴ πάλιν μοι πρὸς σὲ ὁ λόγος, ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου εἰς σὲ ἢ εἰς τὸν πλησίον σου ἢ εἰς ἕτερόν τι εὑρεθῇ σφάλμα καὶ θέλεις αὐτὸν διορθώσασθαι, πρῶτον ἀσφαλίζου τὸν ἔσω σου ἄνθρωπον, τουτέστι τὴν καρδίαν σου καὶ φύλαξον αὐτὴν ἀτάραχον μετὰ τῆς μνήμης τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, ἵνα μὴ ἄλλον θέλων διορθώσασθαι τὴν ψυχήν σου διαφθείρῃς ἐν τῇ ὀργῇ κακία γὰρ κακίαν οὐκ ἐκβάλλει, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν καὶ πρὸς τὸ σφάλμα τὴν διόρθωσιν ἐπάγαγε, μὴ διὰ ὕβρεων ἢ πληγῶν, ἀλλὰ διὰ νηστείας, εἰ δέοι, καθὼς δοκιμάσῃς μετὰ τοῦ Κυρίου, τοῦτο εἰδώς, ὅτι χωρὶς αὐτοῦ οὐδὲν δύνασαι. |
[00067] | καὶ ὁ Κύριος διὰ τὴν ταπείνωσιν εἶπεν ὅτι ὁ θέλων ἐν ὑμῖν εἶναι μέγας ἔστω πάντων ἔσχατος καὶ πάντων δοῦλος καὶ πάντων διάκονος· |
Epistulae ad Olympiadem | Ante [Go Back] |
[00295] | Οὐκ εἶπεν «οὐδὲ τολμᾶται», ἀλλ' «οὐδὲ ὀνομάζεται», τὴν ὑπερβολὴν δεῖξαι θέλων τῆς παρανομίας ἐκείνης. |
Expositiones in Psalmos | Ante [Go Back] |
[00908] | Παραστήσομαί σοι, καὶ ἐπόψομαι, ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ. |
[00910] | Καὶ σκοπήσω, ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ. |
[06441] | Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν, τὸν ζῶντα, ὁμοῦ καὶ τὴν αἰτίαν θέλων εἰπεῖν, καὶ διὰ σὲ βουλόμενος δεῖξαι, πῶς ἄν τις τὸν Θεὸν οὕτως φιλήσειε. |
[07361] | Ἀλλὰ θέλων δεῖξαι τὸ μέγεθος τοῦ κατορθώματος, τοῦτο τέθεικεν. |
[07449] | Ἐπειδὴ γὰρ ἡμεῖς οὐ δι' ἑαυτῶν, ἀλλὰ δι' ἑτέρων ὀργάνων τιμωρούμεθα, θέλων δεῖξαι τὴν τιμωρητικὴν αὐτοῦ δύναμιν, διὰ τῶν γνωρίμων ἡμῖν ὀνομάτων ἐδήλωσεν, οὐχ ἵνα ὅπλα περὶ Θεὸν νοήσωμεν, ἀλλ' ἵνα ἐμφαντικώτερον τὴν κόλασιν αὐτοῦ ἀκούσωμεν. |
[07546] | Ὁ γὰρ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, φησὶν, ἔστω ὑμῶν διάκονος. |
Fragmenta in Jeremiam | Ante [Go Back] |
[02811] | ἀλλὰ θέλων ἐκείνους δι' ἀνεξικακίας μεταβαλεῖν ἐπὶ τὸ κρεῖττον. |
[03137] | ἐμπλῆσαι θέλων. |
Fragmenta in Proverbia | Ante [Go Back] |
[00730] | Ὥσπερ γὰρ ὁ μὴ θέλων θεραπευθῆναι, νοσώδης γίνεται, οὕτω καὶ οὗτος ἄφρων. |
Fragmenta in epistulas catholicas | Ante [Go Back] |
[00287] | Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος ἔσται ὑμῖν διάκονος· |
Homilia de capto Eutropio | Ante [Go Back] |
[00532] | γνώριμόν σοι θέλων ποιῆσαι τὸ φῶς, οὐκ ἔχω ἄλλο ἄστρον μεῖζον, οὐκ ἔχω ἄλλην εἰκόνα τὴν ἐν τοῖς ἄστροις βασιλεύουσαν. |
Homilia dicta in templo sanctae Anastasiae | Ante [Go Back] |
[00115] | καὶ πάλιν, Ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν ∆αμασκηνῶν πόλιν πιάσαι με θέλων, καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους, καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ· |
In Acta apostolorum | Ante [Go Back] |
[03643] | ∆ιὸ θέλων δεῖξαι τὴν μιαρίαν ἐκείνων, πρότερον περὶ τῆς τῶν ἄλλων ἀρετῆς διαλέγεται. |
[03877] | Μέλλει διηγεῖσθαι τὸ κατὰ Ἀνανίαν λοιπὸν καὶ Σάπφειραν, καὶ θέλων δεῖξαι τὸν ἄνδρα χείριστα ἡμαρτηκότα, πρώτου μέμνηται τοῦ κατωρθωκότος· |
[06811] | Καὶ θέλων συσκιάσαι τὸ φορτικὸν τοῦ λόγου, εὐθέως ἐπήγαγεν· |
[06866] | Ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν ∆αμασκηνῶν πόλιν, πιάσαι με θέλων. |
[06891] | ∆ιὸ οὐδὲν μέγα ἡγεῖτο τὸ ἀποθανεῖν ὑπὲρ τοῦ κηρύγματος, εἰ μὴ μετὰ πολλοῦ τοῦ κέρδους τοῦτο ἐργάσαιτο, ἄνθρωπος οὐδὲ τὸν Χριστὸν ἰδεῖν θέλων, ὃν μάλιστα πάντων ἔσπευδεν ἰδεῖν, ἐπειδὴ οὐδέπω ἀπήρτιστο αὐτῷ τὰ τῆς εἰς τοὺς ἀνθρώπους οἰκονομίας. |
[07520] | ∆ιὸ οὐχ ἁπλῶς ἐρωτᾷ, ἀλλὰ πρότερον ὁμολογήσας αὐτὸς εἶναι, τότε τὴν αἰτίαν πυνθάνεται τῆς ἀφίξεως, ἵνα μὴ νομισθῇ διὰ τοῦτο πυνθάνεσθαι, ὡς δὴ θέλων ἑαυτὸν κατακρύψαι. |
[09999] | ἐκβάλλειν τι θέλων. |
[09999] | Ὁ Φῆστος δὲ τοῖς Ἰουδαίοις θέλων χάριν καταθέσθαι, ἀποκριθεὶς τῷ Παύλῳ, εἶπε· |
[09999] | Πάλιν αὐτοῖς τὰ τῶν ἐθνῶν διηγεῖται, οὐ κενοδοξῶν, μὴ γένοιτο, ἀλλὰ τοῦ Θεοῦ θέλων τὴν φιλανθρωπίαν ἐνδείξασθαι, καὶ πολλῆς αὐτοὺς ἐμπλῆσαι χαρᾶς. |
In Genesim sermo 3 | Ante [Go Back] |
[00177] | Ὅθεν τιμιωτέραν βουλὴν καὶ ἔργον μέγιστον θέλων κατεργάσασθαι ὁ Πατὴρ τῶν φώτων, ὁ ὢν καὶ ὁ (σιξ) ἦν, ὁ νοῦς ὁ ἄναρχος, ὁ ἀγέννητος πρὸς τὸν Μονογενῆ· |
In Isaiam | Ante [Go Back] |
[01400] | Εἶτα τὴν ὑπερβολὴν τῆς ταπεινώσεως παραστῆσαι θέλων, φησί· |
In Joannem | Ante [Go Back] |
[00388] | ὁ μηδὲ, ὅπως τοῦτο κατορθώσειεν, ἀκοῦσαι θέλων, οὐδὲν ἕτερον ἢ θηρίον ἐστίν. |
[00596] | Εἰ τοίνυν ταύτην θέλων τὴν ὑποψίαν ἀνελεῖν, οὕτω ταπεινὰ φθέγξασθαι οὐκ ἀπηξίωσε ῥήματα· |
[01945] | Οὕτω τοίνυν καὶ ὁ εὐαγγελιστὴς τὸ, Ὡς, τέθεικε, τὸ παρηλλαγμένον τῆς δόξης καὶ ὑπερέχον ἀσυγκρίτως παραστῆσαι θέλων. |
[02820] | Εἶτα ἵνα μὴ νομίσωσιν ἀπὸ συγκρίσεως εἶναι τὴν ὑπεροχὴν, τὸ ἀσύγκριτον παραστῆσαι θέλων, ἐπήγαγεν· |
In Lazarum ii | Ante [Go Back] |
[00040] | Ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, χαίρει νῦν ἐπὶ θανάτῳ φίλου· |
In Psalmos 101-107 | Ante [Go Back] |
[01302] | Οὐκ εἰκῇ τούτων μέμνηται, δεῖξαι δὲ θέλων, ὡς ἐπὶ τοσούτοις οὐκ ἀπέβα λεν αὐτοὺς ὁ Θεὸς, μέχρι κατὰ Χριστοῦ τὸ πάντων ἀσε βέστατον ἔργον ἐτόλμησαν, τὴν δοθεῖσαν αὐτοῖς παραι τησάμενοι χάριν. |
In Psalmum 118 | Ante [Go Back] |
[00766] | ∆εῖξαι δὲ θέλων, ὅσης τιμῆς ἠξίωται ὁ ἄνθρωπος, μελῳδήσας ἔφη· |
In Samaritanam | Ante [Go Back] |
[00098] | Ἀλλ' οὐ τὸν υἱὸν θέλων λαβεῖν, τοῦτο εἴρηκεν, ἀλλὰ βουλόμενος τὸν ἴδιον Υἱὸν τῇ οἰκουμένῃ χαρίσασθαι. |
[00365] | Ὁ γὰρ ἐπαισχυνόμενος ἀνθρώπῳ ἀποκαλύψαι τὰ ἁμαρτήματα, Θεοῦ δὲ ὁρῶντος μὴ αἰσχυνόμενος πρᾶξαι, μηδὲ θέλων ὁμολογῆσαι, καὶ μετανοῆσαι, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἐνώπιον ἑνὸς καὶ δύο, ἀλλὰ τῆς οἰκουμένης ἁπάσης ὁρώ σης παραδειγματίζεται. |
In Zacchaeum publicanum | Ante [Go Back] |
[00054] | σὺ δὲ θέλων σωθῆναι, ἐπὶ συκομορέαν μὴ ἀνάτρεχε. |
In adorationem venerandae crucis | Ante [Go Back] |
[00010] | ἐν αὐτῷ γὰρ, ὡς ἐν λυχνίᾳ λύχνος, τὴν οἰκουμένην ἐφώτισε, καὶ τὴν γῆν κλονουμένην ἔστησε, καὶ τὰς πέτρας διέῤῥηξε, καὶ τοὺς νεκροὺς διήγειρε, καὶ τὸν ἥλιον φυγαδεύσας, σάκκον ἀντὶ σκότους τὸν οὐρανὸν ἐνέδυσας, δεῖξαι θέλων τοῖς ἀχαρίστοις καὶ ἀγνώμοσι καὶ ἀρνησιθέοις Ἰουδαίοις, ὅτι ∆εσπότης καὶ δημιουργὸς ὑπῆρχεν ὁ τῇ σαρκὶ σταυρούμενος. |
In dictum Pauli Nolo vos ignorare | Ante [Go Back] |
[00041] | Ἐπειδὴ γὰρ ἐκεῖνοι μέγα ἐφρόνουν, ὡς πιστοὶ, καὶ πλάνης ἀπαλλαγέντες, καὶ γνώσεως καταξιωθέντες, καὶ τῶν ἀποῤῥήτων κοινωνήσαντες μυστηρίων, καὶ πρὸς βασιλείαν οὐρανῶν κληθέντες, δεῖξαι θέλων, ὅτι τούτων ὄφελος οὐδὲν, ἂν μὴ πολιτεία προσῇ συμφωνοῦσα τῇ τοσαύτῃ χάριτι, ἐκ παλαιᾶς αὐτοὺς παιδεύει ἱστορίας. |
In epistulam II ad Corinthios | Ante [Go Back] |
[06811] | Ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν ∆αμασκηνῶν πόλιν, πιάσαι με θέλων. |
In epistulam II ad Timotheum | Ante [Go Back] |
[00266] | Εἰ γὰρ ὁ τὰς τοῦ ἡλίου ἀκτῖνας ἀνθρωπίνοις θέλων καταλαβεῖν ὀφθαλμοῖς, οὐ μόνον οὐ καταλήψεται οὐδὲ ἀνθέξεται τοῦ προκειμένου, ἀλλὰ καὶ ἀποπεσεῖται, καὶ μυρίαν ὑποστήσεται βλάβην· |
[00473] | Καὶ σὺ μὲν, ἂν εἴπῃ τις, ὅτι ὁ δεῖνα πορφύραν ἔχει, κἂν εἰδὼς ᾖς, ἀποφράττεις τὰ ὦτα, κἂν ἐλέγξαι δυνάμενος ᾖς, ἀποπηδᾷς εὐθέως καὶ προσποιῇ μὴ εἰδέναι, περιττὸν κίνδυνον μὴ θέλων ἀναδέξασθαι· |
[01685] | πάντας ἐχθροὺς ἡγεῖται, τὰ πάντων θέλων λαβεῖν. |
[02112] | Οὕτω καὶ ἐπὶ τοῦ Θεοῦ, ὁ πάντα θέλων εἰδέναι, καὶ πάντων κατατολμῶν, οὗτος οὐκ οἶδε μάλιστα τί ἐστι Θεός. |
In epistulam I ad Corinthios | Ante [Go Back] |
[01431] | Ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν ∆αμασκηνῶν πόλιν, πιάσαι με θέλων. |
[02599] | Οὐ γὰρ ὡς περὶ ἐνυποστάτων διαλεγόμενος καὶ διακαιομένων, τοῦτο λέγει, ἀλλὰ τὸν φόβον μᾶλλον ἐπιτεῖναι θέλων, καὶ δεῖξαι γυμνὸν ἀσφαλείας τὸν ἐν κακίᾳ ὄντα. |
[03261] | καὶ, Ὁ θέλων εἶναι πρῶτος πάντων, γενέσθω πάντων διάκονος. |
[04071] | Ὁ γὰρ θέλων ὡς δεῖ, καὶ τῶν πραγμάτων ἅπτετα |
[04322] | Ἀλλ' ἐνταῦθα μᾶλλον καθάψασθαι θέλων, τῷ σατανᾷ παραδίδωσι. |
[05721] | Οὐ τοίνυν τοῦτό φησιν, ἀλλ' ὅπερ ἔφην, θέλων δεῖξαι ὅτι οὐδὲν πλέον γίνεται τῷ ἐλευθέρῳ γενομένῳ, φησί· |
[06146] | ∆έδοικε γὰρ μή πως θέλων διορθῶσαι τὸν ἀσθενῆ, πλήξῃ τὸν ἰσχυρὸν, καὶ ἀσθενῆ καὶ τοῦτον ἐργάσηται. |
[06762] | Ἵνα γὰρ μὴ λέγῃ τις, ὅτι Ποιεῖ μὲν αὐτὸ, οὐ χαίρων δὲ, ἀλλὰ στένων καὶ ὀδυνώμενος, τὴν ὑπερβολὴν τῆς χαρᾶς δεῖξαι θέλων καὶ τὴν περιουσίαν τῆς προθυμίας, καὶ καύχημα τὸ πρᾶγμα καλεῖ. |
[07413] | θέλων ἐντρέψαι τὸν ἀκροατὴν, καὶ μυστηρίων μεμνημένος φρικτῶν, εὐλογίας ποτήριον καλεῖς τὸ ποτήριον τὸ φοβερὸν καὶ φρικωδέστατον ἐκεῖνο; |
[08524] | Εἶτα θέλων αὐτοὺς καὶ ἑτέρωθεν ἐντρέψαι μειζόνως, ἀπὸ τῶν κυριωτέρων τὸν λόγον ὑφαίνει πάλιν· |
[09999] | Καὶ ταῦτα ποιεῖ τούς τε ἠλαττῶσθαι δοκοῦν-τας πεῖσαι θέλων, ὅτι ἔξεστιν αὐτοῖς τὸ κεφάλαιον τῶν σημείων ἔχειν, καὶ οὐδὲν ἔλαττον ἕξουσι τῶν ἐχόντων τὰ χαρίσματα, εἰ ταύτην ἔχοιεν, ἀλλὰ καὶ πολλῷ πλέον· |
[09999] | καὶ ὁ τὸν ταπει-νὸν ὑψηλὸν ποιῆσαι θέλων, αὐτὸς ταπεινοῦται πρό-τερος· |
In epistulam I ad Thessalonicenses | Ante [Go Back] |
[00729] | θέλων δεῖξαι, ὅτι μάλιστα πάντων αὐτοὺς ἐφίλει. |
[00855] | Περιέρχεται ὠρυόμενος ὡς λέων, ἁρπάσαι θέλων. |
In epistulam I ad Timotheum | Ante [Go Back] |
[01170] | ἄν τις μύρον ἀποθέσθαι θέλων καθάρῃ τὸν τόπον, εἶτα πάλιν μικρὸν μετὰ τὸ ἐμβαλεῖν καὶ κόπρον ἐπιβάλῃ, οὐκ ἀπέπτη ἡ εὐωδία; |
In epistulam ad Colossenses | Ante [Go Back] |
[00908] | Οὐκ εἶπε, τοῦ πληρώματος, αὐτὸ μὲν τοῦτο καὶ οὕτω δηλῶν, θέλων δὲ ἡμῖν οἰκειότερον δεῖξαι αὐτὸν, ὅτι ὁ οὕτως ἄνω καὶ πάντων ἀνώτερος, τοῖς κάτω ἑαυτὸν συνῆψε. |
[01208] | τοῦτο θέλων εἰπεῖν, ὅτι Οὐχ ὑμῖν χαρίζομαι, ἀλλὰ τῷ Χριστῷ· |
[01601] | Πάλιν θέλων εἰς τὸ εἶναι παρήχθη, ἢ μὴ θέλων; |
[02025] | Μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ μὴ ἑώρακεν ἐμβατεύων, εἰκῆ φυ σιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὑτοῦ, καὶ οὐ κρατῶν τὴν κεφαλὴν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορη γούμενον καὶ συμβιβαζόμενον, αὔξει τὴν αὔξη σιν τοῦ Θεοῦ. |
[04152] | Τὸ εὐμήχανον τοῦ Θεοῦ τὸν ἕνα εἰς δύο διεῖλε παρὰ τὴν ἀρχὴν, καὶ θέλων δεῖξαι ὅτι μετὰ τὸ διαιρεθῆναι καὶ εἷς μένει, οὐκ ἀφῆκεν ἕνα ἀρκεῖν πρὸς τὴν γέννησιν. |
In epistulam ad Ephesios | Ante [Go Back] |
[00168] | ∆ιὰ τοῦτό φησιν, Εἰς υἱοθεσίαν ἡμᾶς προώρισε, θέλων, καὶ σφόδρα τοῦτο βουλόμενος, ἵνα ἡ τῆς χάριτος αὐτοῦ δόξα δειχθῇ. |
In epistulam ad Galatas commentarius | Ante [Go Back] |
[00096] | ἰουδαΐζοντας ἀνθρώπους ἐνάγειν εἰς πίστιν θέλων, οὐδὲν τῶν μεγάλων ἐκείνων καὶ λαμπρῶν ἄγεις εἰς μέσον, οἷον ὃ πρὸς Φιλιππησίους ἔγραφες, λέγων, ὅτι Ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· |
[00398] | Ὁ μὲν γὰρ ἀνθρώπους θέλων πεῖσαι, πολλὰ ὕπουλα ποιεῖ καὶ διεστραμμένα, καὶ ἀπάτῃ κέχρηται καὶ ψεύδει, ὥστε πεῖσαι καὶ ἑλεῖν τὴν τῶν ἀκουόντων γνώμην· |
In epistulam ad Hebraeos | Ante [Go Back] |
[02455] | Ἀπίθανον γὰρ λόγον λαβὼν, εἰ πίστις ἐργάζεται τοῦτο ὅπερ οὐκ ἴσχυσεν ὁ τοῦ νόμου πόνος καὶ ὁ τῆς πολιτείας ἱδρὼς, καὶ θέλων δεῖξαι ὅτι τὸ δοκοῦν ἀδύνατον γέγονε καὶ κατώρθωται, κατέφυγεν ἐπὶ τὸν πατριάρχην, καὶ εἰς ἐκεῖνον τὸν χρόνον τὸ πᾶν ἀνήγαγεν. |
[02765] | Εἶτά φησι, Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν; |
[03306] | Ὁ γὰρ τοὺς μονάζοντας μόνον ἐπιζητῶν, κἀκείνους μόνους εὖ ποιεῖν θέλων, καὶ ἐκείνους δὲ πάλιν περιεργαζόμενος, καὶ λέγων, Ἐὰν μὴ ᾖ ἄξιος, ἐὰν μὴ ᾖ δίκαιος, ἐὰν μὴ σημεῖα ποιῇ, οὐκ ὀρέγω χεῖρα, τὸ πλέον τῆς ἐλεημοσύνης ἐξεῖλε, καὶ τοῦτο δὲ αὐτὸ τῷ χρόνῳ πάλιν ἀναιρήσει· |
[03426] | τουτέστι, πληροφορῆσαι θέλων. |
[05472] | Πῶς οὖν οὐ θέλων, ἀλλαχοῦ ἐπιθυμεῖς, ὃ τοῦ σφόδρα θέλειν ἐστὶ σημεῖον; |
[07237] | Ὁ θέλων ἐν ὑμῖν πρῶτος εἶναι, ἔστω ὑμῶν διάκονος· |
[07868] | Ὥσπερ γὰρ διδασκάλου ἀκούων ψελλίζοντος καὶ τὰ στοιχεῖα καταλέγοντος, οὐ φὴς αὐτὸν ἀγνοεῖν, καὶ ὅταν ἐρωτᾷ, ποῦ ἐστι τόδε τὸ στοιχεῖον, οἶδας ὅτι οὐκ ἀγνοῶν ἐρωτᾷ, ἀλλὰ τὸν μαθητευόμενον θέλων ἐναγαγεῖν· |
[07869] | οὕτω καὶ ὁ Χριστὸς οὐ δεόμενος εὐχῆς ἐποιεῖτο τὴν εὐχὴν, ἀλλὰ σὲ θέλων ἐναγαγεῖν, ἵνα συνεχῶς προσέχῃς τῇ εὐχῇ, ἵνα ἀδιαλείπτως, ἵνα νηφόντως, καὶ μετὰ πολλῆς τῆς ἀγρυπνίας ταύτην ποιῇς. |
[08930] | Ἴστε γὰρ, φησὶν, ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν, ἀπεδοκιμάσθη· |
In epistulam ad Philemonem | Ante [Go Back] |
[00186] | Ἂν μὲν οὖν ἡμεῖς παρ' ὀφειλέτην ἔλθωμεν ἡμέτερον, ἐκεῖνος εἰδὼς τοῦτο, θεραπεύει καὶ ὑποδέχεται καὶ τιμᾷ καὶ πᾶσαν ἐπιδείκνυται φιλοφροσύνην μετὰ δαψιλείας, καὶ ταῦτα οὐκ ἀπὸ τοῦ δανείσματος διαλυόμενος, ἀλλ' ἡμέρους ἡμᾶς θέλων καταστῆσαι περὶ τὴν ἀπαίτησιν· |
In epistulam ad Philippenses | Ante [Go Back] |
[00692] | Οὗτός ἐστιν ὁ πλουτῶν, ὁ μὴ θέλων πλουτεῖν· |
[00693] | ὁ μὴ θέλων πένεσθαι, οὗτός ἐστιν ὁ πενόμενος. |
[03166] | Τὴν δύναμιν αὐτοῦ θέλων δεῖξαι, ὅτι καὶ μετὰ ταῦτα ἐδύνατο οὕτω ποιῆσαι, ἀλλ' οὐκ ἐποίησε. |
In epistulam ad Romanos | Ante [Go Back] |
[02319] | Καθάπερ γὰρ κύων, οὕτως ἐνάλλεται τοῖς πλουτοῦσιν ὁ διάβολος, ὥσπερ ψωμὸν ἢ πλακοῦντα παιδίου κατέχοντος ἀποσπάσαι θέλων. |
[05476] | οὐχὶ παῦσαι αὐτὸν θέλων ἀξιοῦντα (πολὺ γὰρ ἐπιθυμεῖ τῆς σωτηρίας τῆς ἡμετέρας), ἀλλ' ἐκείνους φοβῆσαι· |
[05478] | Καὶ ἵνα μάθῃς, ὅτι οὐκ ἀποστῆσαι αὐτὸν θέλων, ἀλλ' ἐντρέψαι, ταῦτα ἔλεγεν, ἄκουσον τί φησιν· |
[06359] | Εἰ δὲ θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν· |
[08499] | Εἰ τοίνυν καὶ φείδεται καὶ οἶδε, τί αὐτῷ φιλονεικεῖς ἑτέραν ὁδὸν θέλων ἐλθεῖν; |
[09999] | Καὶ γὰρ αὐξῆσαι τὸ ἔγκλημα θέλων, τὸ τοῦ ποιμένος ἔθηκεν ὄνομα. |
In epistulam ad Titum | Ante [Go Back] |
[00157] | Ἤτοι τὴν φιλοστοργίαν μόνον δηλῶσαι θέλων, ἢ τὸ πρότερον εἶναι ἐν τῷ κηρύγματι, ἢ τὸ δι' αὐτοῦ πεφωτίσθαι. |
In illud Diligentibus deum omnia cooperantur in bonum | Ante [Go Back] |
[00026] | βουλόμενος πᾶσαν ἡμῶν τὴν ὀφειλὴν ἐνταῦθα κενοῦσθαι, καὶ τοῦτο τὸ χρέος θέλων ἀδιάλυτον μένειν διηνεκῶς. |
In illud Domine non est in homine | Ante [Go Back] |
[00207] | Ἐὰν γὰρ ἀνέλῃς τοῦτο, καὶ παύσῃ τρέχων καὶ θέλων, οὔτε ὁ Θεὸς ὀρέξει χεῖρα, ἀλλ' ἀποστήσεται καὶ αὐτός. |
In illud Isaiae Ego dominus deus feci lumen | Ante [Go Back] |
[00286] | Καὶ καθάπερ πατὴρ φιλόστοργος παῖδα ἀκόλαστον ἔχων καὶ ῥᾴθυ μον, σωφρονίσαι θέλων, ἱμάντας ἐπιζητεῖ, σχοίνους ἀπειλεῖ, λέγων· |
In illud Vidi dominum | Ante [Go Back] |
[00969] | Ἀλλ' ὁ βασιλεὺς ἐκεῖνος τὰ ἴδια σκάμματα ὑπερβὰς καὶ τὸ μέτρον τῆς βασιλείας διαπηδήσας προσθεῖναι ἐπεχείρησεν καὶ εἰσῆλθεν εἰς τὸ ἱερὸν μετὰ αὐθεντίας, θυμιᾶσαι θέλων. |
[00997] | Ὁ δὲ βασιλεὺς Ὀζίας οὐκ ἠνέσχετο,ἀλλὰ τῇ ἀπονοίᾳ φυσιούμενος ἐπεισῆλθεν εἰς τὸ ἱερόν, ἀνεπέτασεν τὰ ἅγια τῶν ἁγίων, θέλων θυμιᾶσαι. |
[01035] | Καὶ ἐξῄει λοιπὸν ὁ βασιλεὺς πᾶσιν ὑπόδειγμα γενόμενος καὶ ἐκαθάρθη τὸ ἱερὸν καὶ ἐξεβάλλετο, οὐδενὸς ὠθοῦντος, καὶ θέλων τὴν ἱερωσύνην προσλαβεῖν καὶ ὃ εἶχεν ἀπώλεσεν. |
In lacum Genesareth et in sanctum Petrum apostolum | Ante [Go Back] |
[00107] | Ὁ θέλων ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι· |
In natale sancti Joannis prophetae | Ante [Go Back] |
[00065] | Καὶ τίς θέλων γεννᾷ; |
In novam dominicam et in apostolum Thomam | Ante [Go Back] |
[00137] | Σὺ λέπραν ἀπέξεσας, ὡς ἠθέλησας, σὺ χωλοὺς δρομαίους ἀνέδειξας, σὺ παραλύτους βαστάζειν τὰς ἑαυτῶν κλίνας ἐποίησας, σὺ τυφλοὺς ἐκ γενετῆς ἀπονίψασθαι τὸν ζόφον ἐκέλευσας, σὺ τοὺς δαίμονας ἐκ τῶν σῶν ποιημάτων ἐξώρισας, σὺ παρὰ τῶν ἐχθρῶν ἐκρατήθης βουλόμενος, σὺ θέλων παρὰ τῶν Ἰουδαίων πάντα κατὰ σάρκα πέπονθας δι' ἐμὲ, Ὁ Κύριός μου, καὶ ὁ Θεός μου. |
In passionem salvatoris nostri Jesu Christi | Ante [Go Back] |
[00018] | Ὁ δεσπότης θέλων ἀπέθνησκε καὶ ζῆν τὸ φῶς οὐκ ἐβούλετο, ἀλλὰ τὸ ποίημα τῷ ποιητῇ συναπέθνησκεν. |
In proditionem Judae [2] | Ante [Go Back] |
[00041] | Ἄκων ὑποδεικνύει ἑαυτὸν, πρὸ τοῦ δράματος λέγει κἂν μὴ θέλων· |
In publicanum et pharisaeum [2] | Ante [Go Back] |
[00035] | ὁ πένης γὰρ καὶ μὴ θέλων ἔχει τὴν ταπείνωσιν. |
In sanctam theophaniam seu baptismum Christi | Ante [Go Back] |
[00058] | Ἐν τούτοις τῶν ὄχλων καραδοκούντων κοσμικῆς βα σιλείας παρουσίαν, ἑνὶ ὁ τῶν ὅλων ∆εσπότης καὶ Θεὸς ἄνωθεν διαβαῖνον, ἰδὲ καὶ ὁ Κύριος τῇ ὄψει τῆς ἐνανθρωπήσεως, μόνος, λιτὸς, μονοχίτων, ὡς εἷς τῶν ὅλων ἀνθρώπων, ἐπὶ τὸν Ἰορδάνην φθάσας, προσέκλινε τὴν κεφαλὴν τῷ Ἰωάννῃ, θέλων ὑπ' αὐτοῦ βαπτισθῆ ναι. |
[00060] | τόπος φυγῆς περιεβλέπετο, θέλων δραπετεῦ σαι· |
[00086] | Τί βαπτίσαι θέλων; |
[00137] | δεύτερος Ἀδὰμ γέγονα, τὸν ἐκείνου ῥύπον τῶν πλημ-μελημάτων ἐκπλῦναι θέλων· |
In sanctos Petrum et Heliam | Ante [Go Back] |
[00180] | Πέμπει οὖν αὐτὸν διὰ τοῦτο τὴν μακρὰν ὁδὸν ἐκείνην, οὐχ ὡς μὴ δυνάμενος αὐτὸν ἐκεῖ τρέφειν ὁ Θεὸς, ἀλλ' ὡς θέλων ἐπιδεῖξαι τῷ Ἠλίᾳ τὴν συμφορὰν, ἵνα ἀξιώσῃ αὐτὸν περὶ βροχῆς. |
In sanctum Paulum apostolum | Ante [Go Back] |
[00052] | Ὁ θέλων ἐν ὑμῖν. |
In sanguinis fluxu laborantem | Ante [Go Back] |
[00093] | εἰς ἁρπαγὴν θέλων τοῖς πιστοῖς τὴν βασιλείαν προέθηκας; |
[00095] | Εἰ μὴ θέλων ἐκλάπης τὴν ἐξελθοῦσαν δύναμιν, ὤφειλες ἐπισχεῖν· |
In synaxim incorporalium | Ante [Go Back] |
[00121] | τί παλαιὰ παρασαλεύεις δίκαια, τοῦ Περσῶν ζυγοῦ θέλων Ἰουδαίους ἐξαγαγεῖν; |
In triduanam resurrectionem domini [1] | Ante [Go Back] |
[00081] | Ἰησοῦς οὖν φιλάνθρωπος ὢν, τοῦ ἰδίου ποιήματος θέλων προνοήσασθαι, πάντα ὑπέστη δι ἡμᾶς, ἵνα ἡμᾶς καταδίκης ἐλευθερώσῃ. |
In triduanam resurrectionem domini [2] | Ante [Go Back] |
[00081] | Ἰησοῦς οὖν φιλάνθρωπος ὢν, τοῦ ἰδίου ποιήματος θέλων προνοήσασθαι, πάντα ὑπέστη δι' ἡμᾶς, ἵνα ἡμᾶς καταδίκης ἐλευθερώσῃ. |
In venerandum crucem | Ante [Go Back] |
[00036] | Οὐδεὶς οἰκέτης ἐξευμενίσασθαι θέλων τὸν ἑαυτοῦ δεσπότην, τῷ ἐχθρῷ αὐτοῦ προστάτῃ καὶ διαλλακτῇ κέχρηται. |
Interpretatio in Danielem prophetam | Ante [Go Back] |
[00677] | Ἀφεὶς ποιῆσαι ἑαυ τὸν προσκυνεῖσθαι, τὴν εἰκόνα ἐποίησε προσκυνεῖσθαι, ἐκ πολλοῦ τοῦ περιόντος τοῦτο κατασκευάσαι βουλό μενος, καὶ τῷ μεγέθει, καὶ τῷ τοῦ σώματος ὄγκῳ καταπλῆξαι θέλων, καὶ ἀπὸ τοῦ τόπου πάλιν. |
Oratio secunda | Ante [Go Back] |
[00048] | Οἶδα γὰρ τοῦ ἐμοῦ ∆εσπότου τὸ εὐσυμπάθητον, οἶδα τοῦ φιλανθρώπου τὸ ἀμνησίκακον, καὶ ὅτι θελητὴς ἐλέους ἐστὶ, μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτὸν, θέλων δὲ πάντας σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, καὶ μάλιστα τοὺς ἀπὸ ἁμαρτίας ἐπιστρέφοντας. |
Quod frequenter conveniendum sit | Ante [Go Back] |
[00139] | ἠρώτα, οὐ μαθεῖν θέλων, ἀλλὰ ἡμῖν ἐκκαλύψαι τὰ ἀπόῤῥητα τῆς διανοίας αὐτοῦ βουλόμενος· |
Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»