Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum αἰωνίου [95]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum αἰωνίου
Ad Stagirium a daemone vexatum | Ante [Go Back] |
[00798] | δεικνὺς ὅτι πάντα τὸν βίον ἐναγώνιον ἡμῖν εἶναι δεῖ καὶ ἐπίπονον, εἴ γε μέλλοιμεν τῆς ἀναπαύσεως τῆς αἰωνίου καὶ τῶν μυρίων ἀπολαύσεσθαι ἀγαθῶν. |
Ad Theodorum lapsum i | Ante [Go Back] |
[00389] | Σὺ δέ μοι προστίθει νῦν καὶ τὴν κόλασιν, καὶ μὴ μόνον αἰσχυνομένους μηδὲ ἐγκαλυπτομένους καὶ κάτω νεύοντας, ἀλλὰ καὶ τὴν ἐπὶ τὸ πῦρ ἑλκομένους ὁδὸν καὶ πρὸς αὐτὰ συρομένους τὰ βασανιστήρια καὶ ταῖς ἀποτόμοις παραδιδομένους δυνάμεσιν, καὶ ταῦτα πάσχοντας κατὰ τὸν καιρὸν καθ' ὃν στεφανοῦνται καὶ ἀνακηρύττονται καὶ τῷ θρόνῳ παρίστανται τῷ βασιλικῷ πάντες οἱ τὰ ἀγαθὰ πράξαντες καὶ ἀξιωθέντες τῆς αἰωνίου ζωῆς. |
[00574] | Εἰ δέ σοι τοῦτο δύσκολον εἶναι δοκεῖ, ὡς ἂν ἐθέλῃς, ἅψαι τῆς ὁδοῦ τῆς ἐπὶ τὰ κρείττω φερούσης, μόνον ἅψαι καὶ ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς. |
[00709] | Τοιγαροῦν ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, κατατρύφησον τοῦ Κυρίου, καὶ ἱκέτευσον αὐτόν· |
Ad illuminandos catecheses | Ante [Go Back] |
[00047] | τῆς γὰρ τοῦ ἰατροῦ φωνῆς τῆς ἀπογινωσκούσης τὴν ζωὴν τὴν ἐκείνου μείζων ἀπόγνωσις εἶναι νομίζεται ἡ τοῦ πρεσβυτέρου εἴσοδος, καὶ θανάτου σύμβολον εἶναι δοκεῖ τῆς αἰωνίου ζωῆς ἡ ὑπόθεσις. |
Ad viduam juniorem | Ante [Go Back] |
[00194] | πρῶτον μὲν τῆς αἰωνίου ζωῆς καὶ τῶν ἐπηγγελμένων τοῖς ἀγαπῶσι τὸν Θεὸν ἃ οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἔπειτα τοῦ πάντα συνοικῆσαι τῷ καλῷ τούτῳ τὸν αἰῶνα, καὶ ἐνταῦθα δὲ φροντίδων καὶ φόβων καὶ κινδύνων καὶ ἐπιβουλῶν καὶ ἔχθρας καὶ μίσους ἀπαλλάξεις σαυτήν. |
Ascetam facetiis uti non debere | Ante [Go Back] |
[00164] | Πρὸς γὰρ τοιοῦτον θεῖον πνεῦμα, καὶ πρὸς τὴν ὁμιλίαν τὴν ἱερὰν φαιδρῶς ἔχειν δεῖ οὐκ εἰς ἡδυφωνίαν ἐκλυομένους, οὐδὲ βακήλως διακεῖσθαι εἰς τὰς θείας ᾠδὰς, οὐδὲ μελῳδικῶς ἀνακλᾷν, καὶ περιβλέπεσθαι ὧδε κἀκεῖ, ὅπως ἐπαινεθῇς, ἀλλ' ἐνευφραινομένους Θεῷ, καὶ αὐτῷ μόνῳ ἀρέσκειν σπουδάζοντας, καὶ ἐνταῦθα δὴ μάλιστα, ἵνα τῷ σεμνῷ τὸ ἱλαρὸν κεκραμένον εὑρήσηται, τοῦ μὲν πρὸς Θεὸν φόβου τὴν σεμνότητα παρέχοντος ἡμῖν, τῆς δὲ θείας ᾠδῆς εἰς φαιδρότητα ἐναγούσης, καὶ μίμησιν τῆς αἰωνίου χαρᾶς ἐμποιούσης, ἐν ᾗ τὴν μέλλουσαν ζωὴν οἱ καλῶς ἐμπολιτευσάμενοι ζήσονται παρὰ Κυρίῳ· |
Commentarius in Job | Ante [Go Back] |
[02331] | [20b] ἔασον δή με ἀναπαύσασθαι μικρὸν [10,21a] πρὸ τοῦ με πορευθῆναι εἰς γῆν, ὅθεν οὐκ ἀναστρέφω, [21b] εἰς γῆν σκοτεινὴν καὶ γνοφεράν, [10,22a] εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστι φέγγος [22b] οὐδὲ ὁρᾶν ζωὴν βροτῶν. |
Contra eos qui subintroductas habent virgines | Ante [Go Back] |
[00067] | Καὶ γὰρ οἱ περὶ τὰ χρήματα μεμηνότες, εἰδότες ὅτι τὰ μικρὰ ταῦτα ἐνταῦθα προέμενοι τοῖς δεομένοις μυρία ἐκεῖ λήψονται ἀγαθὰ, κατέχουσιν ὅμως αὐτὰ καὶ κατορύττουσι, καὶ πάντων ἐκπεσεῖν αἱροῦνται τῶν ἀγαθῶν μᾶλλον διὰ τὴν ψυχρὰν ταύτην καὶ βραχεῖαν ἡδονὴν, ἢ τῆς αἰωνίου κολάσεως ἀπαλλαγῆναι, καὶ τὴν ἀθάνατον καρπώσασθαι ζωὴν, διὰ τῆς προσκαίρου τούτων ὑπεροψίας. |
De decem millium talentorum debitore | Ante [Go Back] |
[00106] | Καὶ γὰρ ὅτε προσελθὼν ὁ πλούσιος περὶ τῆς αἰωνίου ζωῆς τὸν Χριστὸν ἠρώτα, καὶ μαθὼν τὰ ποιητικὰ τῆς τελειότητος, ἀπῄει λυπούμενος ὑπὸ τῶν χρημάτων, εἰπόντος τοῦ Χριστοῦ, ὅτι εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσελθεῖν· |
De eleemosyna [2] | Ante [Go Back] |
[00235] | ἐξαιρέτως τὴν εἰς Θεὸν διηνεκῶς κρατῶμεν, ἵνα δυνηθῶμεν ἀξιωθῆναι τῆς αἰωνίου ζωῆς, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
De fato et providentia | Ante [Go Back] |
[00114] | κακούργως δὲ δοκεῖ μὲν ἡμᾶς ἀφεῖναι ἐν τούτοις, καὶ συγχωρεῖν πρὸς τὴν ἀλήθειαν, ἑτέρως δὲ οὐκ εἰδότας αὐτοὺς ἐξαιρεῖ τῆς αἰωνίου ταύτης κληρονομίας· |
De gloria in tribulationibus | Ante [Go Back] |
[00011] | Εἰ γὰρ τῶν [51.156] εἰρημένων ἕκαστος τὸ ἐπίπονον κοῦφον ἡγεῖται διὰ τὴν τῶν μελλόντων ἐλπίδα, καὶ ταῦτα, εἰ καί τις αὐτῶν ἐπιτυχεῖν δυνηθείη, τῷ παρόντι συγκαταλυόμενα βίῳ, πολλῷ μᾶλλον ὑμᾶς τὴν ὑπὲρ τῆς πνευματικῆς διδασκαλίας ἀκρόασιν ἀνέχεσθαι χρὴ, καὶ τὴν ὑπὲρ τῆς αἰωνίου ζωῆς παράταξίν τε καὶ τοὺς ἱδρῶτας γενναίως φέρειν. |
[00179] | οὕτω δὴ καὶ ψυχαὶ, αἱ μὲν τὸν ἀταλαίπωρον βίον μετιοῦσαι, καὶ ἀνέσεως γέμουσαι, καὶ τὸ ἡδέως διακεῖσθαι πρὸς τὰ παρόντα, καὶ τὸν ἀνάλγητον τοῦ διὰ τὴν βασιλείαν θλίβεσθαι κατὰ τοὺς ἁγίους ἅπαντας προτιμῶσαι βίον, κηροῦ παντὸς μαλακώτεραι μᾶλλον καὶ ἀσθενέστεραι καθιστάμεναι, αἰωνίου πυρὸς κατάβρωμα πρόκεινται· |
De jejunio [3] | Ante [Go Back] |
[00025] | Μετάνοια γάρ ἐστι πρόξενος βασιλείας οὐρανοῦ, καὶ εἴσοδος παραδείσου, καὶ τρυφῆς αἰωνίου ἀπόλαυσις. |
[00038] | φύγε πορνείαν, τὴν χωρίζουσαν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ καὶ ἀπὸ τῶν ἁγίων, τὴν πρόξενον τοῦ αἰωνίου καὶ ἀσβέστου πυρός. |
[00048] | Πυρὸς αἰωνίου μνήμη καθ' ἑσπέραν συγκοιμηθήτω σοι, καὶ συναναστήτω σοι, καὶ οὐ μή σου ῥᾳθυμία ἐν καιρῷ |
De jejunio sermones 1 | Ante [Go Back] |
[00286] | Μετάνοια γάρ ἐστι βασιλείας οὐρανῶν πρόξενος, καὶ εἴσοδος παραδείσου, καὶ τρυφῆς αἰωνίου ἀπόλαυσις· |
[00323] | πορνείαν, τὴν πρόξενον τοῦ αἰωνίου καὶ ἀσβέστου πυρός. |
De paenitentia sermo 1 | Ante [Go Back] |
[00163] | ὀρθοὶ ἀκούσωμεν ῥήματα καὶ ἐντολὰς ζωῆς αἰωνίου· |
[00350] | Αὕτη γὰρ ὅλον τὸ πλῆθος τῶν ἐξ εὐωνύμων κατέπιε, πρόξενος γενομένη τοῦ πυρὸς τοῦ αἰωνίου· |
[00702] | Οἱ τὰ περίεργα ἐπιτηδεύοντες λαθροφονευταὶ, οἱ τοῦ τόπου τῶν φονέων κληρονόμοι, οἱ κρύφιοι λύκοι, οἱ σαρκικοὶ δαίμονες, οἱ τῶν καταχθονίων οἰκήτορες, οἱ τοῦ αἰωνίου σκότους υἱοὶ καὶ τοῦ ἀσβέστου πυρὸς τέκνα, ἀκούσατε τί διηγεῖται ὁ ἅγιος εὐαγγελιστὴς Λουκᾶς περὶ τῶν τοιούτων ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων λέγων· |
De patientia sermo 1 | Ante [Go Back] |
[00293] | Ὢ μακαρίων νηπίων μακαρία καὶ ἡ κοίμησις! ὢ θάνατος ἀφθόρων, ἀρχὴ τῆς ὄντως ζωῆς αἰωνίου ὑπαρχούσης! ὢ τέλος ἀρχὴ ἀτελευτήτου χαρᾶς! |
De precatione [1] | Ante [Go Back] |
[00104] | Ὅτι μὲν παντὸς ἀγαθοῦ κεφάλαιόν ἐστιν ἡ προσευχὴ, καὶ σωτηρίας καὶ ζωῆς αἰωνίου πρόξενος, ἀγνοεῖ τῶν ἁπάντων οὐδείς· |
De pseudoprophetis | Ante [Go Back] |
[00067] | Ὢ λιμοῦ δεινοῦ, καὶ ψυχοφθόρου, καὶ βλαβεροῦ! ὢ λιμοῦ τῆς αἰωνίου κολάσεως προξένου! Οὗτος ὁ λιμός ἐστιν ὁ χορηγὸς παντὸς πονηροῦ πράγματος· |
De remissione peccatorum | Ante [Go Back] |
[00080] | Ἰακὼβ ὁ πατριάρχης ὁμονοήσας μετὰ τῆς μητρὸς αὐτοῦ εὐλογίας αἰωνίου δέδεκται καρπόν. |
De sacerdotio | Ante [Go Back] |
[00476] | Ὅτι τῶν παρὰ τοῦ Θεοῦ μεγίστων δωρεῶν εἰσι διάκονοι Εἰ γὰρ οὐ δύναταί τις εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἐὰν μὴ δι' ὕδατος καὶ πνεύματος ἀναγεννηθῇ, καὶ ὁ μὴ τρώγων τὴν σάρκα τοῦ Κυρίου καὶ τὸ αἷμα αὐτοῦ πίνων ἐκβέβληται τῆς αἰωνίου ζωῆς, πάντα δὲ ταῦτα δι' ἑτέρου μὲν οὐδενός, μόνον δὲ διὰ τῶν ἁγίων ἐκείνων ἐπιτελεῖται χειρῶν, τῶν τοῦ ἱερέως λέγω, πῶς ἄν τις τούτων ἐκτὸς ἢ τὸ τῆς γεέννης ἐκφυγεῖν δυνήσεται πῦρ ἢ τῶν ἀποκειμένων στεφάνων τυχεῖν; |
Eclogae ex diversis homiliis | Ante [Go Back] |
[09999] | Ἀνανήψωμέν ποτε, διαβλέψωμεν, γρηγορήσωμεν, ἐπιλαβώμεθα τῆς αἰωνίου ζωῆς, τὸν πολὺν ὕπνον ἀποτιναξώμεθα. |
Epistula ad abbatem | Ante [Go Back] |
[00025] | Ἡ γὰρ ὑπακοὴ μήτηρ ἐστὶ τῆς αἰωνίου ζωῆς, ἡ δὲ παρακοὴ μήτηρ ἐστὶ τῆς ἀπωλείας. |
[00116] | ὃ οὖν οὐ θέλει τις, ἐὰν πάσχῃ καὶ ὑπομένῃ, σταύρωσις αὐτῷ λογίζεται καὶ γίνεται τέκνον τῆς ἀναστάσεως καὶ τῆς αἰωνίου ζωῆς. |
Epistula ad monachos | Ante [Go Back] |
[00070] | Πᾶν γάρ, ὃ μετὰ καμάτου πολλοῦ κτᾶταί τις, σπουδάζει τοῦτο φυλάσσειν, ἵνα μὴ ἀπολέσας αὐτὸ ἀπολέσῃ καὶ τὸν πολὺν αὑτοῦ κάματον καὶ τὴν χάριν τοῦ Κυρίου ἀθετήσας ἀνάξιος γένηται τῆς αἰωνίου ζωῆς. |
Expositiones in Psalmos | Ante [Go Back] |
[07330] | Κύριε, ῥήματα ζωῆς αἰωνίου ἔχεις, καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· |
Fragmenta in Proverbia | Ante [Go Back] |
[00989] | ὅπερ ἐστὶν, ἡ αἵρεσις παραίτιος ἑαυτῇ θανάτου αἰωνίου γεγενημένη. |
Fragmenta in epistulas catholicas | Ante [Go Back] |
[00017] | Οὕτως ὁ τῷ ὑπομένειν πειρασμὸν, καταφρονῶν ἐπιπόνων καὶ αὐτοῦ τοῦ θανάτου, στέφανον τῆς αἰωνίου ζωῆς ἀπολήψεται. |
In Acta apostolorum | Ante [Go Back] |
[02969] | περὶ δὲ τῆς αἰωνίου ὑπάρξεως αὐτοῦ οὐδέπω φησὶν, ἀλλ' ἔτι τοῖς τῆς οἰκονομίας λόγοις ἐνδιατρίβει καὶ λέγει· |
[07533] | Ἐκείνη θανάτου ἀπήλλαξε τοῦ προσκαίρου, αὕτη τοῦ αἰωνίου· |
[09794] | ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. |
In Genesim sermones | Ante [Go Back] |
[00297] | Κἂν γὰρ δογμάτων ὀρθότητα διατηρῶμεν, τῆς τῶν ἔργων ἀρετῆς μὴ προσούσης, πάντως ἐκπεσούμεθα τῆς αἰωνίου ζωῆς. |
In Joannem | Ante [Go Back] |
[03196] | τὸ δὲ σπουδαζόμενον, γνώριμον τέως ποιῆσαι μόνον, καὶ πεῖσαί τινας ἀκοῦσαι τῆς αἰωνίου ζωῆς. |
[04883] | Ἐπειδὴ γὰρ εἶπεν, Ὑψωθῆναι δεῖ, καὶ τὸν θάνατον ᾐνίξατο, ἵνα μὴ κατηφὴς ὁ ἀκροατὴς ἀπὸ τούτων γένηται τῶν ῥημάτων, ἀνθρώπινόν τι περὶ αὐτοῦ ὑποπτεύων, καὶ τὸν θάνατον αὐτοῦ νομίζων ἀνυπαρξίαν εἶναι, σκόπει πῶς αὐτὸ διορθοῦται, Υἱόν τε Θεοῦ λέγων εἶναι τὸν διδόμενον, καὶ ζωῆς αἴτιον εἶναι, καὶ ζωῆς αἰωνίου. |
[05104] | Τούτῳ δὲ τούτων μὲν οὐδὲν εἶπε, περὶ δὲ τῆς οἰκονομίας καὶ τῆς αἰωνίου ζωῆς διαλέγεται, διαφόρως ἑκάστῳ πρὸς τὴν ὑποκειμένην προαίρεσιν φθεγγόμενος. |
In Psalmum 100 | Ante [Go Back] |
[00254] | Εἰς ἐκείνην γὰρ μόνον οἱ δίκαιοι ἀναπαύονται, ἀπολαύοντες τῆς αἰωνίου βασιλείας, ἧς γένοιτο καὶ ἡμᾶς καὶ ὑμᾶς πάντας ἀπολαῦσαι εὐαρεστήσαντας αὐτῷ, ὁσίως πολιτευσαμένους ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· |
In Psalmum 118 | Ante [Go Back] |
[00243] | Ἴσασι γάρ τινες, ὅτι γίνεται αὐτοῖς κατάνυξις, ποτὲ μὲν ἐπιποθεῖν τὰς τοῦ Θεοῦ ἐντολὰς διὰ τὸν φόβον τῆς αἰωνίου κολάσεως καὶ διὰ πόθον τῆς τῶν οὐρανῶν βασι λείας, ποτὲ δὲ ἀπάγονται ταῖς σαρκικαῖς ἐπιθυμίαις. |
In Psalmum 705 | Ante [Go Back] |
[00068] | Ἀλλ' ὡς ἡ μακαρία Ἄννα στεῖρα οὖσα τὸ πρὶν, εὐξαμένη, ὃ ἂν γεννήσει, Θεῷ ἀφιερῶσαι, καὶ τοῦτο ποιήσασα, αὕτη μὲν γέγονεν εὐ λογίας αἰωνίου κληρονόμος· |
In adorationem venerandae crucis | Ante [Go Back] |
[00081] | χαίροις, σταυρὲ, φυτὸν ἀναστάσεως, καὶ ξύλον ζωῆς αἰωνίου· |
In ascensionem Sermo 4 | Ante [Go Back] |
[00126] | Ἡμᾶς δὲ πάντας ἀξίους ἀναδείξῃ Χριστὸς ὁ Θεὸς τῆς αἰωνίου αὐτοῦ βασιλείας· |
In dictum Pauli Oportet haereses esse | Ante [Go Back] |
[00252] | ἧς γένοιτο πάντας ἡμᾶς τὸν παρόντα βίον εὐαρέστως διανύσαντας ἐπιτυχεῖν, τῆς αἰωνίου τῶν σωζομένων χαρᾶς, χάριτι καὶ οἰκτιρμοῖς τοῦ ἀληθινοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ παναγίῳ αὐτοῦ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
In epistulam II ad Corinthios | Ante [Go Back] |
[02729] | Ταῦτ' οὖν ἅπαντα λογισάμενοι, καὶ τῆς τῶν μελλόντων ὑποσχέσεως, τὰ γεγενημένα λαβόντες ἀπόδειξιν ἐναργῆ, προσκυνήσατε μεθ' ἡμῶν τὴν ἄμαχον τοῦ σταυρωθέντος ἰσχὺν, ἵνα καὶ τὰς ἀφορήτους φύγητε κολάσεις, καὶ τῆς αἰωνίου βασιλείας ἐπιτύχητε· |
[07186] | Καὶ τῷ ἔρωτι τούτῳ διηνεκῶς κατεχόμενος, ἐπιλαμβάνου τῆς αἰωνίου ζωῆς· |
In epistulam II ad Thessalonicenses | Ante [Go Back] |
[00308] | εἰ ὁ τοῦ βασιλέως φόβος τοῦ ἐπὶ γῆς τοσούτων ἡμᾶς ἀπάγῃ κακῶν, πόσῳ μᾶλλον ὁ τοῦ αἰωνίου βασιλέως; |
In epistulam II ad Timotheum | Ante [Go Back] |
[00885] | ∆ιὰ τοῦτο γὰρ, φησὶ, πάντα πάσχω διὰ τοὺς ἐκλεκτοὺς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰησοῦ, μετὰ δόξης αἰωνίου. |
[00890] | Ὑπὲρ τῶν ἀλλοτρίων ἀγαθῶν, ἵνα ἄλλοι τύχωσι ζωῆς αἰωνίου. |
[00906] | Οὐ ταύτης, φησὶν, ἀλλὰ Τῆς ἐν Χριστῷ Ἰησοῦ, τῆς ὄντως σωτηρίας, μετὰ δόξης αἰωνίου. |
[01071] | Πιστὸς ὁ λόγος, ὅτι ὁ ζωῆς οὐρανίου τυχὼν, καὶ αἰωνίου τεύξεται. |
[01288] | Ἴσως γὰρ μετὰ τὸ ἐλθεῖν εἰς αὐτὰς τοῦ ᾅδου τὰς πύλας, καὶ τῆς κακίας αὐτῆς τὰ πρόθυρα, ἀνανῆψαι δυνήσεται καὶ ἀνακτήσασθαι καὶ ῥωσθῆναι, καὶ ἐπιλαβέσθαι τῆς αἰωνίου ζωῆς. |
In epistulam I ad Corinthios | Ante [Go Back] |
[09999] | καὶ πάλιν, Ταῦτα πάσχω διὰ τοὺς ἐκλεκτοὺς, ἵνα ζωῆς αἰωνίου τύχωσι. |
In epistulam I ad Thessalonicenses | Ante [Go Back] |
[02706] | Ἀνανήψωμέν ποτε, διαβλέψωμεν, γρηγορήσωμεν, ἐπιλαβώμεθα τῆς αἰωνίου ζωῆς, τὸν πολὺν ὕπνον ἀποτιναξώμεθα. |
In epistulam I ad Timotheum | Ante [Go Back] |
[02878] | Εἰ τοίνυν καὶ τῆς ἡλικίας, καὶ τῆς φύσεως ἀσθενούσης οὐδὲ οὕτως ἀναγκαία ἡ σπατάλη, ἀλλὰ θανάτου γίνεται πρόξενος, θανάτου τοῦ αἰωνίου, τί ἂν εἴποιεν ἄνδρες σπαταλῶντες; |
[03968] | Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς. |
[03970] | Εἰς ἣν ἐκλήθης, καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν, ἐπὶ ἐλπίδι ζωῆς αἰωνίου, ἐνώπιον πολλῶν μαρτύρων. |
[04001] | Ἐπιλαβοῦ, φησὶ, τῆς αἰωνίου ζωῆς. |
[04072] | ἂν ἐκεῖνον τὸν πλοῦτον καλῶς περισκεψώμεθα τὸν τῆς αἰωνίου ζωῆς, οὕτω δυνησόμεθα τούτου καταφρονεῖν· |
[04199] | Ἵνα ἐπιλάβωνται, φησὶ, τῆς αἰωνίου ζωῆς. |
In epistulam ad Ephesios | Ante [Go Back] |
[00321] | ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη; |
In epistulam ad Hebraeos | Ante [Go Back] |
[00797] | τοὺς δὲ ἄλλους, τοὺς Παύλου λέγω τοῦ Σαμοσατέως, τῷ περὶ τῆς αἰωνίου ὑπάρξεως ταῦτα διαλέγεσθαι, καὶ τῆς ἀκτίστου οὐσίας· |
[02511] | καὶ τελειωθεὶς ἐγένετο πᾶσι τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου, προσαγορευθεὶς ἀπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέχ. |
[02570] | Τελειωθεὶς γὰρ ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος αἰωνίου σωτηρίας. |
[02799] | ∆ιὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λό γον, ἐπὶ τὴν τελειότητα φερώμεθα, μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νε κρῶν ἔργων, καὶ πίστεως ἐπὶ Θεὸν, βαπτισμῶν διδαχῆς, ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς τε νεκρῶν, καὶ κρίματος αἰωνίου. |
[02830] | Μὴ πάλιν θεμέλιον, φησὶ, καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ Θεὸν, βαπτισμῶν διδαχῆς, ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς τε νεκρῶν, καὶ κρίματος αἰωνίου. |
[02831] | Εἰ δὲ τοῦτο ἀρχὴ, τί ἄλλο ἐστὶ τὸ δόγμα τὸ [63.77] ἡμέτερον, ἢ τὸ μετανοῆσαι ἀπὸ νεκρῶν ἔργων, καὶ διὰ τοῦ Πνεύματος λαβεῖν τὴν πίστιν εἰς ἀνάστασιν νεκρῶν, καὶ κρίματος αἰωνίου; |
[02892] | Καὶ κρίματος αἰωνίου. |
[09796] | Ἐν αἵματι διαθήκης αἰωνίου, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ· |
In epistulam ad Philippenses | Ante [Go Back] |
[04935] | Ταύτην βαδίζωμεν, ἵνα τύχωμεν τῆς αἰωνίου ζωῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
In epistulam ad Romanos | Ante [Go Back] |
[09681] | Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέ λιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσι γημένου, φανερωθέντος δὲ νῦν διὰ Γραφῶν προφητικῶν κατ' ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ, εἰς ὑπακοὴν πίστεως, εἰς πάντα τὰ ἔθνη γνω ρισθέντος· |
[09718] | ∆ιὸ καὶ αὐτὸς ἐπιστομίζων τὴν τοιαύτην γνώμην ἐπήγαγε, Κατ' ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ, εἰς ὑπακοὴν πίστεως. |
In epistulam ad Titum | Ante [Go Back] |
[00003] | Παῦλος δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χρι στοῦ, κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ καὶ ἐπίγνω σιν ἀληθείας τῆς κατ' εὐσέβειαν, ἐπ' ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς Θεὸς πρὸ χρόνων αἰωνίων, ἐφανέρωσε δὲ καιροῖς ἰδίοις τὸν λόγον αὑτοῦ ἐν κηρύγματι, ὃ ἐπι στεύθην ἐγὼ κατ' ἐπιταγὴν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν, χάρις καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν. |
[00036] | Κατὰ πίστιν ἐκλεκτῶν τοῦ Θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ' εὐσέβειαν, ἐπ' ἐλπίδι ζωῆς αἰωνίου. |
[00063] | Ἐπ' ἐλπίδι ζωῆς αἰωνίου. |
[00074] | Καλῶς εἶπεν, Ἐπ' ἐλπίδι ζωῆς αἰωνίου, ὅτι ἐκείνη ἐπ' ἐλπίδι ἦν ζωῆς τῆς παρούσης· |
[01137] | Κληρονόμοι γενηθῶμεν κατ' ἐλπίδα ζωῆς αἰωνίου. |
[01215] | Ὅτε δὲ ἡ χρηστότης, φησὶ, καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον, ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν, ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι, κληρονόμοι γενηθῶμεν κατ' ἐλπίδα ζωῆς αἰωνίου. |
In illud Apparuit gratia dei omnibus hominibus | Ante [Go Back] |
[00177] | [27] Ταύτην τοίνυν τὴν δόξαν καλλωπίζωμεν, ἵνα μετὰ ταύτης ἅπαντες τῷ βασιλεῖ τῆς δόξης παραστήσαντες τῆς αἰωνίου καὶ ἀθανάτου τύχωμεν τιμῆς· |
In illud Domine non est in homine | Ante [Go Back] |
[00133] | Πῶς γὰρ οὐκ ἄτοπον, ἐν δικαστηρίῳ μὲν περὶ βιωτικῶν δικαζομένους πραγμάτων, ἅπαντα εἰς μέσον προτιθέναι τὰ δικαιώματα, καὶ τόπους καὶ καιροὺς καὶ αἰτίας καὶ πρόσωπα καὶ μυρία παράγειν ἕτερα, περὶ δὲ ζωῆς αἰωνίου προκειμένων ἡμῖν ἀγώνων, ἁπλῶς καὶ ὡς ἔτυχε τὰ ἀπὸ τῶν Γραφῶν παραφέρειν; |
In illud Vidua eligatur | Ante [Go Back] |
[00512] | Σπείρωμεν τοίνυν μετὰ δαψιλείας, ἵνα καὶ οὕτω θερίσωμεν, καὶ τῆς αἰωνίου ζωῆς ἀπολαύσωμεν· |
In natalem Christi diem | Ante [Go Back] |
[00227] | εὐαγγελισθεῖσα δὲ ἡ Μαρία Λόγον ἐν σαρκὶ ἐγέννησε, ζωῆς αἰωνίου ἡμῖν πρόξενον. |
In pharisaeum et meretricem | Ante [Go Back] |
[00021] | Τί γάρ ἐστι πόρνη, ἢ διαφθορὰ, ἢ προφανὴς ὕβρις τῆς φύσεως, ἢ τοῦ θήλεος γένους δημόσιος θρίαμβος, λώβη σωμάτων τε καὶ ψυχῶν, λοιμὸς τέρψει κεχρημένος, τάφος κεκονιαμένος, ᾅδου ἀκατάσχετον καὶ ἀκόρεστον στόμα, θανάτου κεκαλλωπισμένον προπύλαιον, τερπνὸν δηλητήριον, ἀναίδεια παῤῥησιαζομένη, αἰσχύνη ἀναίσχυντος, εὐπρόσωπος ὄλεθρος, τῶν ἀσελγῶν μηχανῶν δέλεαρ, τῶν νέων ἰξὸς, κάπηλος τῶν οἰκείων μελῶν, ἀπωλείας βυθὸς, ναυάγιον ἀγαπώμενον, κοινὴ συμφορὰ πάσης ἁμαρτίας, ἰταμὸν ἐργαστήριον, πάσης παρανομίας διδάσκαλος, τῆς πρὸς τὸν Θεὸν ἔχθρας δημιουργὸς, ὕλη τῆς γεέννης τοῦ πυρὸς τοῦ αἰωνίου; |
In principium Actorum | Ante [Go Back] |
[00708] | Τούτους μίμησαι πάντας, καὶ δυνήσῃ καὶ μαθητὴς εἶναι, καὶ ἐν τοῖς φίλοις τοῦ Θεοῦ ἀριθμεῖσθαι, καὶ δοξάζειν τὸν Θεὸν, καὶ τῆς αἰωνίου ζωῆς ἀπολαῦσαι· |
In proditionem Judae [2] | Ante [Go Back] |
[00056] | Καὶ σὺ, φησὶν, ὁ προδότης, τῆς αἰωνίου μετάσχου ζωῆς· |
In sanctum pascha sermo 5 | Ante [Go Back] |
[00059] | Ἐνιαύσιόν τε τὸ πρό βατον αἰωνίου τύπος Χριστοῦ. |
In sanctum pascha sermo 6 | Ante [Go Back] |
[00212] | [46.1] Τεσσάρων δὲ ὄντων τῶν τῆς θεότητος ἡγεμονικῶν ὀνομάτων, δι' ὧν μάλιστα τὸ θεῖον πνεῦμα πιστεύεται, κυριότητος καὶ θεότητος, υἱότητος καὶ βασιλείας αἰωνίου, ὅρα μὴ μόνον ταύτας τὰς ἀρετὰς καὶ δόξας λαβεῖν ἐτιμήθη. |
In triduanam resurrectionem domini [1] | Ante [Go Back] |
[00024] | Θεὸς ὢν μονογενὴς, ἄνθρωπος δι ἡμᾶς γενέσθαι ηὐδόκησε, καὶ γέγονε ὑπήκοος μέχρι θανάτου, ἵνα ἡμᾶς αἰωνίου θανάτου ῥύσηται· |
[00113] | Αὕτη, ὡς ἐν κεφαλαίῳ, ἐστὶν ἡ σεμνὴ τοῦ Πάσχα ἑορτὴ, καὶ ταῦτα Χριστιανῶν τὰ μυστήρια, περὶ ἀναστάσεως νεκρῶν καὶ ζωῆς αἰωνίου πανηγυρίζομεν. |
In triduanam resurrectionem domini [2] | Ante [Go Back] |
[00024] | Θεὸς ὢν μονογενὴς, ἄνθρωπος δι' ἡμᾶς γενέσθαι ηὐδόκησε, καὶ γέγονε ὑπήκοος μέχρι θανάτου, ἵνα ἡμᾶς αἰωνίου θανάτου ῥύσηται· |
[00113] | Αὕτη, ὡς ἐν κεφαλαίῳ, ἐστὶν ἡ σεμνὴ τοῦ Πάσχα ἑορτὴ, καὶ ταῦτα Χριστιανῶν τὰ μυστήρια, περὶ ἀναστάσεως νεκρῶν καὶ ζωῆς αἰωνίου πανηγυρίζομεν. |
Oratio secunda | Ante [Go Back] |
[00021] | ἀνέτοιμος γὰρ καὶ ἀπαράσκευος ὢν, διαλογιζόμενός τε καὶ ἀνακρίνων τὰ κατ' ἐμαυτὸν, οὐδὲν ἱκανὸν πρὸς ἀπολογίαν εὑρίσκω, οὐδέ τινα τρόπον καὶ μηχανὴν, δι' ὧν τοῦ αἰωνίου πυρὸς ῥυσθήσομαι. |
Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»