[00047]
|
οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, φησὶν ὁ ἀπόστολος, οὔτε προφάσει πλεονεξίας, θεὸς μάρτυς, οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ' ὑμῶν οὔτε ἀπ' ἄλλων.
|
[00059]
|
καὶ τῷ ὄντι μακάριοι οἱ εἰρηνοποιοί, οἱ τοὺς ἐνταῦθα κατὰ τὸν βίον καὶ τὴν πλάνην πρὸς τῆς ἀγνοίας πολεμουμένους μεταδιδάσκοντες καὶ μετάγοντες εἰς εἰρήνην τὴν ἐν λόγῳ καὶ βίῳ τῷ κατὰ τὸν θεὸν καὶ τοὺς πεινῶντας δικαιοσύνην τρέφοντες [1.1.7.3] τῇ τοῦ ἄρτου διανομῇ.
|
[00116]
|
τὰ δὲ ἀπόρρητα, καθάπερ ὁ θεός, λόγῳ πιστεύεται, οὐ [1.1.13.3] γράμματι.
|
[00251]
|
προπαιδεύει γὰρ τῷ κυριακῷ λόγῳ τὰ κατὰ τοὺς [1.5.29.10] προσήκοντας καιροὺς ἑκάστῃ γενεᾷ συμφερόντως δεδομένα.
|
[00278]
|
[1.5.32.4] Φαμὲν τοίνυν ἐνθένδε γυμνῷ τῷ λόγῳ τὴν φιλοσοφίαν ζήτησιν ἔχειν περὶ ἀληθείας καὶ τῆς τῶν ὄντων φύσεως (ἀλήθεια δὲ αὕτη, περὶ ἧς ὁ κύριος αὐτὸς εἶπεν ἐγώ εἰμι ἡ ἀλήθεια), τήν τε αὖ προπαιδείαν τῆς ἐν Χριστῷ ἀναπαύσεως γυμνάζειν τὸν νοῦν καὶ διεγείρειν τὴν σύνεσιν ἀγχίνοιαν γεννῶσαν ζητητικὴν διὰ φιλοσοφίας ἀληθοῦς.
|
[00364]
|
ταύτῃ τοι ὁ φιλαλήθης Πλάτων οἷον θεοφορούμενος ὡς ἐγὼ τοιοῦτος φησίν, ὁποῖος οὐδενὶ ἄλλῳ ἢ τῷ λόγῳ πείθεσθαι, ὃς ἄν μοι σκοπουμένῳ βέλτιστος [1.8.42.2] φαίνοιτο.
|
[00392]
|
εἰ γὰρ μὴ λόγῳ πράττοιμεν, ἀλόγως ποιοῖμεν ἄν.
|
[00395]
|
ἢ οὐχὶ καὶ ὁ κύριος λόγῳ [1.9.45.6] πάντα ἔπρασσεν;
|
[00400]
|
[1.10.46.2] καθάπερ δὲ οἱ λόγῳ χρώμενοι πονηρῷ οὐδὲν τῶν ἔργῳ χρωμένων πονηρῷ διαφέρουσιν (εἰ γὰρ διαβολὴ ξίφους διάκονος καὶ λύπην ἐμποιεῖ βλασφημία, ἐξ ὧν αἱ τοῦ βίου ἀνατροπαί, ἔργα τοῦ πονηροῦ λόγου εἶεν ἂν ταῦτα), οὕτω καὶ οἱ λόγῳ·
|
[00480]
|
οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ, οὐ τῷ μὴ ἀληθεῖ, ἀλλὰ καθ' ὑπόληψιν [1.11.54.4] πιθανῷ, ἐν δυνάμει δὲ εἶπεν·
|
[00705]
|
πάντες μὲν οὖν οἱ ἐν λόγῳ, οὗτοι δὴ οἱ πρὸ τῆς τοῦ λόγου σαρκώσεως, ἐξακούονται καθολικώτερον.
|
[00872]
|
καίτοι καὶ καθ' ἑαυτὴν ἐδικαίου ποτὲ καὶ ἡ φιλοσοφία τοὺς Ἕλληνας, οὐκ εἰς τὴν καθόλου δὲ δικαιοσύνην (εἰς ἣν εὑρίσκεται συνεργός, καθάπερ καὶ ὁ πρῶτος καὶ ὁ δεύτερος βαθμὸς τῷ εἰς τὸ ὑπερῷον ἀνιόντι καὶ ὁ γραμματιστὴς τῷ φιλοσοφήσοντι), οὐδ' ὡς κατὰ τὴν ἀφαίρεσιν αὐτῆς ἤτοι ἐλλείπειν τῷ καθόλου λόγῳ ἢ ἀναιρεῖσθαι τὴν ἀλήθειαν, ἐπεὶ καὶ ἡ ὄψις συμβάλλεται καὶ ἡ ἀκοὴ καὶ ἡ φωνὴ πρὸς ἀλήθειαν, νοῦς δὲ ὁ γνωρίζων [1.20.99.4] αὐτὴν προσφυῶς.
|
[01249]
|
φασὶ δὲ οἱ μύσται λόγῳ μόνῳ ἀνελεῖν τὸν Αἰγύπτιον, ὥσπερ ἀμέλει ὕστερον Πέτρος ἐν ταῖς Πράξεσι φέρεται τοὺς νοσφισαμένους τῆς τιμῆς τοῦ χωρίου καὶ ψευσαμένους λόγῳ ἀποκτείνας.
|
[01355]
|
ὁ νομοθετικὸς δέ ἐστιν ὁ τὸ προσῆκον ἑκάστῳ μέρει τῆς ψυχῆς καὶ τοῖς τούτων ἔργοις ἀπονέμων, Μωυσῆς δὲ συνελόντι [1.26.168.1] εἰπεῖν νόμος ἔμψυχος ἦν τῷ χρηστῷ λόγῳ κυβερνώμενος.
|
[01362]
|
ἡ δὲ χρηστικὴ τοῖς θηρευθεῖσι λόγῳ κατὰ τρόπον σοφία εἴη ἂν νομοθετική·
|
[01367]
|
εἰ δὲ ἡ ποίμνη ἡ ἀλληγορουμένη πρὸς τοῦ κυρίου οὐδὲν ἄλλο ἢ ἀγέλη τις ἀνθρώπων ἐστίν, ὁ αὐτὸς ἔσται ποιμήν τε καὶ νομοθέτης ἀγαθὸς μιᾶς τῆς ἀγέλης τῶν αὐτοῦ ἐπαϊόντων προβάτων, ὁ εἷς κηδεμών, ὁ τὸ ἀπολωλὸς ἐπιζητῶν τε καὶ εὑρίσκων νόμῳ καὶ λόγῳ, εἶ γε ὁ νόμος πνευματικός, καὶ ἐπὶ τὴν εὐδαιμονίαν [1.26.169.3] ἄγων·
|
[01417]
|
διὸ καὶ μόνη αὕτη ἐπὶ τὴν ἀληθῆ σοφίαν χειραγωγεῖ, ἥτις ἐστὶ δύναμις θεία, τῶν ὄντων ὡς ὄντων γνωστική, τὸ τέλειον ἔχουσα, παντὸς πάθους ἀπηλλαγμένη, οὐκ ἄνευ τοῦ σωτῆρος τοῦ καταγαγόντος ἡμῶν τῷ θείῳ λόγῳ τοῦ ὁρατικοῦ τῆς ψυχῆς τὴν ἐπιχυθεῖσαν ἐκ φαύλης ἀναστροφῆς ἄγνοιαν ἀχλυώδη καὶ τὸ βέλτιστον ἀποδεδωκότος, ὄφρ' εὖ γινώσκοιμεν ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.
|
[01469]
|
βούλεται μὲν γὰρ διὰ τούτων δεῖξαι ἀκόλουθα δεῖν γενέσθαι τῷ λόγῳ τὰ ἔργα, ἤδη δὲ ἐμφαίνειν χρῆναι [2.2.4.2] τὸ ἐξ ἁπάσης παιδείας χρήσιμον ἐκλεγομένους ἡμᾶς ἔχειν.
|
[01538]
|
καὶ ὁ τῷ λόγῳ πιστεύσας οἶδεν τὸ πρᾶγμα ἀληθές·
|
[01571]
|
τὸ δὲ πείθεσθαι τῷ λόγῳ, ὃν διδάσκαλον ἀνηγορεύσαμεν, αὐτῷ ἐκείνῳ πιστεῦσαί ἐστι κατ' οὐδὲν ἀντιβαίνοντα.
|
[01825]
|
ᾗ καὶ ἀδελφοὺς τοὺς τῷ [2.9.41.3] αὐτῷ λόγῳ ἀναγεννηθέντας προσαγορεύομεν.
|
[01842]
|
οὐδ' ὡς προφητεύοντι τῷ νόμῳ ἐπίστευσαν, λόγῳ δὲ ψιλῷ καὶ φόβῳ, ἀλλ' οὐ διαθέσει καὶ πίστει ἠκολούθησαν·
|
[01891]
|
πολλάκις δὲ ἐπαναλαμβάνουσα ἡ γραφὴ τὸ ἐγὼ κύριος ὁ θεὸς ὑμῶν δυσωπεῖ μὲν διατρεπτικώτατα, ἕπεσθαι διδάσκουσα τῷ τὰς ἐντολὰς δεδωκότι θεῷ, ὑπομιμνῄσκει δὲ ἠρέμα ζητεῖν τὸν θεὸν καὶ ὡς οἷόν τε γινώσκειν ἐπιχειρεῖν, ἥτις ἂν εἴη θεωρία μεγίστη, ἡ ἐποπτική, ἡ τῷ ὄντι ἐπιστήμη, ἡ ἀμετάπτωτος λόγῳ γινομένη.
|
[02000]
|
πάθος δὲ πλεονάζουσα ὁρμὴ ἢ ὑπερτείνουσα τὰ κατὰ τὸν λόγον μέτρα, ἢ ὁρμὴ ἐκφερομένη καὶ ἀπειθὴς λόγῳ·
|
[02068]
|
δοκεῖ δὲ καὶ ἄλλως τριῶν ἀποχὴν ἁμαρτίας τρόπων διδάσκειν ὁ νομοθέτης, τῶν μὲν ἐν λόγῳ διὰ τῶν ἰχθύων τῶν ἀναύδων·
|
[02134]
|
ἡ δὲ ἐπιστήμη διὰ τοῦ λόγου συνίσταται καὶ ἀμετάπτωτός ἐστιν ἄλλῳ λόγῳ.
|
[02163]
|
ἐπεὶ δ' οὖν τὴν μὲν ἀνδρείαν ὁρίζονται ἐπιστήμην δεινῶν καὶ οὐ δεινῶν καὶ τῶν μεταξύ, τὴν δὲ σωφροσύνην ἕξιν ἐν αἱρέσει καὶ φυγῇ σῴζουσαν τὰ τῆς φρονήσεως κρίματα, παράκειται τε τῇ μὲν ἀνδρείᾳ ἥ τε ὑπομονή, ἣν καρτερίαν καλοῦσιν, ἐπιστήμην ἐμμενετέων καὶ οὐκ ἐμμενετέων, ἥ τε μεγαλοψυχία, ἐπιστήμη τῶν συμβαινόντων ὑπεραίρουσα, ἀλλὰ καὶ τῇ σωφροσύνῃ ἡ εὐλάβεια, ἔκκλισις οὖσα σὺν λόγῳ.
|
[02178]
|
ἠρρενῶσθαι γὰρ τὸν ἀληθείᾳ σχολάζοντα ἔν τε ὑπομοναῖς ἔν τε καρτερίαις κἀν τῷ βίῳ κἀν τῷ τρόπῳ κἀν τῷ λόγῳ κἀν τῇ ἀσκήσει νύκτωρ τε καὶ μεθ' ἡμέραν καί, εἴ που μαρτυρίου δι' αἵματος χωροῦντος ἐπικαταλάβοι χρεία, βούλεται.
|
[02285]
|
[2.19.97.1] Οὗτός ἐστιν ὁ κατ' εἰκόνα καὶ ὁμοίωσιν, ὁ γνωστικός, ὁ μιμούμενος τὸν θεὸν καθ' ὅσον οἷόν τε, μηδὲν παραλιπὼν τῶν εἰς τὴν ἐνδεχομένην ὁμοίωσιν, ἐγκρατευόμενος, ὑπομένων, δικαίως βιούς, βασιλεύων τῶν παθῶν, μεταδιδοὺς ὧν ἔχει, ὡς οἷός τέ ἐστιν, εὐεργετῶν [2.19.97.2] καὶ λόγῳ καὶ ἔργῳ.
|
[02357]
|
ἐν λόγῳ, ἐν βίῳ, ἐν τρόπῳ μαρτυρήσει·
|
[02671]
|
οὐκ ἀπολύσεις γυναῖκα πλὴν εἰ μὴ ἐπὶ λόγῳ πορνείας·
|
[02745]
|
καὶ πῶς ἔτι οὗτος ἐν τῷ καθ' ἡμᾶς ἐξετασθείη λόγῳ ἄντικρυς καὶ τὸν νόμον καὶ τὸ εὐαγγέλιον διὰ τούτων καθαιρῶν;
|
[02768]
|
ᾧ δὴ λόγῳ, μὴ βουλόμενοι τὸν κόσμον τὸν ὑπὸ τοῦ δημιουργοῦ γενόμενον συμπληροῦν, ἀπέχεσθαι γάμου βούλονται, ἀντιτασσόμενοι τῷ ποιητῇ τῷ σφῶν καὶ σπεύδοντες πρὸς τὸν κεκληκότα ἀγαθόν, ἀλλ' οὐ τὸν ὥς φασι θεὸν ἐν ἄλλῳ τρόπῳ, ὅθεν οὐδὲν ἴδιον καταλιπεῖν ἐνταῦθα βουλόμενοι οὐ τῇ προαιρέσει γίνονται ἐγκρατεῖς, τῇ δὲ πρὸς τὸν πεποιηκότα ἔχθρᾳ, μὴ βουλόμενοι χρῆσθαι [3.3.12.3] τοῖς ὑπ' αὐτοῦ κτισθεῖσιν.
|
[03037]
|
ἐπεὶ τίνι λόγῳ ὁ ἀπόστολος Παῦλος ἡγιάσθαι λέγει τὴν γυναῖκα ὑπὸ τοῦ ἀνδρὸς ἢ τὸν ἄνδρα ὑπὸ τῆς [3.6.47.2] γυναικός;
|
[03318]
|
ᾧ λόγῳ καὶ τὸν ἀσχημονεῖν ἑαυτὸν ἐπὶ τῇ παρθενοτροφίᾳ ὑπολαμβάνοντα καλῶς εἰς γάμον ἐκδώσειν τὴν θυγατέρα [3.12.79.3] ἔλεγεν.
|
[03419]
|
ὁ δὲ εἰπὼν γυναῖκα ἔγημα καὶ οὐ δύναμαι ἐλθεῖν εἰς τὸ δεῖπνον τὸ θεῖον ὑπόδειγμα ἦν εἰς ἔλεγχον τῶν διὰ ἡδονὰς ἀφισταμένων τῆς θείας ἐντολῆς, ἐπεὶ τούτῳ τῷ λόγῳ οὔθ' οἱ πρὸ τῆς παρουσίας δίκαιοι οὔθ' οἱ μετὰ τὴν παρουσίαν γεγαμηκότες κἂν ἀπόστολοι ὦσι [3.12.90.5] σωθήσονται.
|
[03471]
|
ξύλον οὗτος ξηρὸν ἦν πρότερον, ὑπακούσας δὲ τῷ λόγῳ καὶ φυλάξας τὰ σάββατα κατὰ ἀποχὴν ἁμαρτημάτων καὶ ποιήσας τὰς ἐντολὰς ἐντιμότερος ἔσται [3.15.99.2] τῶν ἄνευ πολιτείας ὀρθῆς λόγῳ μόνῳ παιδευομένων.
|
[03477]
|
[3.15.99.4] διὰ τοῦτο οὐκ εἰσελεύσεται εὐνοῦχος εἰς ἐκκλησίαν θεοῦ, ὁ ἄγονος καὶ ἄκαρπος καὶ πολιτείᾳ καὶ λόγῳ, ἀλλ' οἱ μὲν εὐνουχίσαντες ἑαυ τοὺς ἀπὸ πάσης ἁμαρτίας διὰ τὴν βασιλείαν τῶν οὐρανῶν μακάριοι οὗτοί εἰσιν οἱ τοῦ κόσμου νηστεύοντες.
|
[03618]
|
τὸ γὰρ οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τούτῳ μόνῳ ἀνακεφαλαιοῦται τῷ λόγῳ, [4.3.10.3] τῷ·
|
[03649]
|
εἰ τοίνυν ἡ πρὸς θεὸν ὁμολογία μαρτυρία ἐστί, πᾶσα ἡ καθαρῶς πολιτευσαμένη ψυχὴ μετ' ἐπιγνώσεως τοῦ θεοῦ, ἡ ταῖς ἐντολαῖς ὑπακηκουῖα, μάρτυς ἐστὶ καὶ βίῳ καὶ λόγῳ, ὅπως ποτὲ τοῦ σώματος ἀπαλλάττεται, οἷον αἷμα τὴν πίστιν ἀνὰ [4.4.15.4] τὸν βίον ἅπαντα, πρὸς δὲ καὶ τὴν ἔξοδον, προχέουσα.
|
[03685]
|
τούτῳ τῷ λόγῳ [4.5.22.3] ἀναφαίνεται τὸ ἀγαθὸν κακὸν καὶ τὸ κακὸν ἀγαθόν.
|
[03727]
|
δεῖν δ' οἶμαι μήτε διὰ φόβον κολάσεως μήτε διά τινας ἐπαγγελίας δόσεως, δι' αὐτὸ δὲ τὸ ἀγαθὸν [4.6.30.1] προσεληλυθέναι τῷ σωτηρίῳ λόγῳ.
|
[03778]
|
ἆρ' οὐκ ἄντικρυς τὸν γνωστικὸν μεθέπειν ἡμᾶς παρακελεύεται βίον ἔργῳ τε καὶ λόγῳ ζητεῖν τὴν ἀλήθειαν προτρέπει;
|
[04088]
|
ὅσοι δὲ ἔργῳ μὲν παρὰ τὸν βίον, λόγῳ δὲ ἐν δικαστηρίῳ μαρτυροῦσι κἂν ἐλπίδα ἐκδεχόμενοι, κἂν φόβον ὑφορώμενοι, βελτίους οὗτοι τῶν στόματι μόνον [4.9.75.4] ὁμολογούντων τὴν σωτηρίαν.
|
[04256]
|
τεκνία, μὴ ἀγαπῶμεν λόγῳ μηδὲ γλώσσῃ, <φησὶν> Ἰωάννης τελείους εἶναι διδάσκων, ἀλλ' ἐν ἔργῳ [4.16.100.5] καὶ ἀληθείᾳ.
|
[04262]
|
ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ·
|
[04353]
|
[7] γνῶσιν γὰρ αἰνίττεται διὰ τούτων μετά τε ἀποχῆς κακῶν μετά τε ἐνεργείας ἀγαθῶν, ἔργῳ τε καὶ λόγῳ τελειοῦσθαι διδάσκων.
|
[04367]
|
[4.18.111.1] Ἡ σεμνὴ οὖν τῆς φιλανθρωπίας ἡμῶν καὶ ἁγνὴ ἀγωγὴ κατὰ τὸν Κλήμεντα τὸ κοινωφελὲς ζητεῖ, ἐάν τε μαρτυρῇ ἐάν τε καὶ παιδεύῃ ἔργῳ τε καὶ λόγῳ, διττῷ δὲ τούτῳ, ἀγράφῳ τε καὶ ἐγγράφῳ.
|
[04469]
|
δῆλον οὖν οἶμαι ὡς ἕκαστον τῶν προσπιπτόντων λυπηρῶν πρὸς τἀνδρὸς κατὰ τὴν [4.20.127.2] οἰκουρίαν λόγῳ θεραπεύειν μετὰ πειθοῦς προαιρήσεται·
|
[04495]
|
ἡ δὲ διασύστασις ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει θεοῦ, ἵνα ὦμεν ναοὶ θεοῦ καθαρισθέντες ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς [4.21.131.5] καὶ πνεύματος·
|
[04802]
|
γνωστικοὶ δὲ οὐ λόγῳ, ἔργα ἀπογραφόμενοι, ἀλλ' αὐτῇ τῇ θεωρίᾳ.
|
[05159]
|
[5.6.38.2] ναὶ μὴν τὸ μὲν περιστήθιον ἔκ τε ἐπωμίδος, ἥ ἐστιν ἔργου σύμβολον, ἔκ τε τοῦ λογίου (τὸν λόγον δὲ τοῦτο αἰνίσσεται) ᾧ συνέστηκεν καὶ ἔστιν οὐρανοῦ εἰκὼν τοῦ λόγῳ γενομένου, τοῦ ὑποκειμένου τῇ κεφαλῇ τῶν πάντων τῷ Χριστῷ <καὶ> κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως [5.6.38.3] κινουμένου.
|
[05168]
|
ναὶ μὴν τὸ λόγιον τὴν προφητείαν τὴν ἐκβοῶσαν τῷ λόγῳ καὶ κηρύσσουσαν καὶ τὴν κρίσιν τὴν ἐσομένην δηλοῖ, ἐπεὶ ὁ αὐτός ἐστι λόγος ὁ προφητεύων κρίνων τε ἅμα καὶ διακρίνων ἕκαστα.
|
[05170]
|
ταύτῃ τοι ἀποδὺς τὸν ἡγιασμένον χιτῶνα ὁ ἀρχιερεὺς (κόσμος δὲ καὶ ἡ ἐν κόσμῳ κτίσις ἡγίασται πρὸς τοῦ καλὰ συγκαταθεμένου τὰ γινόμενα) λούεται καὶ τὸν ἄλλον ἐνδύεται ἅγιον ἁγίου ὡς εἰπεῖν χιτῶνα, τὸν [5.6.39.4] συνεισιόντα εἰς τὰ ἄδυτα αὐτῷ, ἐμοὶ δοκεῖν ἐμφαίνων τὸν Λευίτην καὶ γνωστικὸν ὡς ἂν τῶν ἄλλων ἱερέων ἄρχοντα, ὕδατι ἀπολελουμένων ἐκείνων καὶ πίστιν ἐνδεδυμένων μόνην καὶ τὴν ἰδίαν ἐκδεχομένων μονήν, αὐτὸν διακρίναντα τὰ νοητὰ τῶν αἰσθητῶν, κατ' ἐπανάβασιν τῶν ἄλλων ἱερέων σπεύδοντα ἐπὶ τὴν τοῦ νοητοῦ δίοδον, τῶν τῇδε ἀπολουόμενον οὐκέτι ὕδατι, ὡς πρότερον ἐκαθαίρετο εἰς Λευιτικὴν [5.6.40.1] ἐντασσόμενος φυλήν, ἀλλ' ἤδη τῷ γνωστικῷ λόγῳ.
|
[05171]
|
καθαρὸς μὲν <οὖν> τὴν καρδίαν πᾶσαν, κατορθώσας δ' εὖ μάλα καὶ τὴν πολιτείαν ἐπ' ἄκρον, πέρα τοῦ ἱερέως ἐπὶ μεῖζον αὐξήσας, ἀτεχνῶς ἡγνισμένος καὶ λόγῳ καὶ βίῳ, ἐπενδυσάμενος τὸ γάνωμα τῆς δόξης, τοῦ πνευματικοῦ ἐκείνου καὶ τελείου ἀνδρὸς τὴν ἀπόρρητον κληρονομίαν ἀπολαβών, ἣν ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, υἱὸς καὶ φίλος γενόμενος, πρόσωπον ἤδη πρὸς πρόσωπον ἐμπίπλαται τῆς ἀκορέστου θεωρίας.
|
[05563]
|
λείπεται δὴ θείᾳ χάριτι καὶ μόνῳ τῷ παρ' αὐτοῦ λόγῳ τὸ ἄγνωστον νοεῖν, καθὸ καὶ ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων ἀπομνημονεύει τὸν Παῦλον λέγοντα·
|
[05574]
|
εἰ δὲ νῦν ἡμεῖς ἐν παντὶ τῷ λόγῳ τούτῳ καλῶς ἐζητήσαμεν, ἀρετὴ ἂν εἴη οὔτε φύσει οὔτε διδακτόν, ἀλλὰ θείᾳ μοίρᾳ παραγιγνόμενον, οὐκ ἄνευ νοῦ, οἷς ἂν παραγίγνηται.
|
[05624]
|
ἀλλ' οἳ μὲν διήκειν διὰ πάσης τῆς οὐσίας τὸν θεόν φασιν, ἡμεῖς δὲ ποιητὴν μόνον αὐτὸν [5.14.89.4] καλοῦμεν καὶ λόγῳ ποιητήν.
|
[06067]
|
[5.14.135.1] Ὡσαύτως καὶ τὰ προφητικὰ τὴν αὐτὴν ἔχει τῷ ἀποστολικῷ λόγῳ δύναμιν.
|
[06335]
|
δὶς παῖδες οἱ γέροντες ὀρθῷ τῷ λόγῳ, [6.2.19.6] καὶ πρό γε τούτου Σοφοκλέους ἐν τῷ Πηλεῖ·
|
[06366]
|
[6.2.23.1] Ἡροδότου τε αὖ ἐν τῷ περὶ Γλαύκου τοῦ Σπαρτιάτου λόγῳ φήσαντος τὴν Πυθίαν εἰπεῖν τὸ πειρηθῆναι τοῦ θεοῦ καὶ τὸ ποιῆσαι [6.2.23.2] ἴσον γενέσθαι, Ἀριστοφάνης ἔφη·
|
[06450]
|
ἀλλὰ περὶ μὲν τούτων ἐν τῷ περὶ ἀγγέλων λόγῳ προϊούσης τῆς γραφῆς κατὰ καιρὸν διαλεξόμεθα.
|
[06518]
|
[6.5.39.3] ὁ ἀόρατος, ὃς τὰ πάντα ὁρᾷ, ἀχώρητος, ὃς τὰ πάντα χωρεῖ, ἀνεπιδεής, οὗ τὰ πάντα ἐπιδέεται καὶ δι' ὅν ἐστιν, ἀκατάληπτος, ἀέναος, ἄφθαρτος, ἀποίητος, ὃς τὰ πάντα ἐποίησεν λόγῳ δυνάμεως αὐτοῦ, [6.5.39.4] τῆς γνωστικῆς γραφῆς τουτέστι τοῦ υἱοῦ.
|
[06541]
|
εἶτα ἑνὶ λόγῳ πυνθάνεται ἡμῶν·
|
[06612]
|
λόγῳ γὰρ τυποῦται εἰς τὸ ἡμερῶσθαι ἐκ τοῦ θηριώδους βίου ὁ ἐξ ἐθνῶν [6.6.50.4] ἐπιστρέφων, τιθασευθείς τε ἤδη καὶ αὐτὸς ὡς βοῦς ἁγνίζεται.
|
[06647]
|
ἃ καὶ αὐτά, ἐκ τῆς βαρβάρου κλαπέντα θεοδωρήτου χάριτος, Ἑλληνικῷ κεκόσμηται λόγῳ·
|
[06722]
|
πολυμαθῆ δὲ εἶναι χρὴ τὸν γνωστικὸν καί, ἐπειδὴ Ἕλληνές φασι Πρωταγόρου προκατάρξαντος παντὶ λόγῳ λόγον ἀντικεῖσθαι, παρεσκευάσθαι καὶ πρὸς τοὺς τοιούτους [6.8.65.2] τῶν λόγων <ἃ> ἁρμόζει λέγεσθαι.
|
[06740]
|
[6.8.67.1] Ἤδη δὲ καὶ καθολικῷ λόγῳ πάντα <τὰ> ἀναγκαῖα καὶ λυσιτελῆ τῷ βίῳ θεόθεν ἥκειν εἰς ἡμᾶς λέγοντες οὐκ ἂν ἁμάρτοιμεν, τὴν δὲ φιλοσοφίαν καὶ μᾶλλον Ἕλλησιν, οἷον διαθήκην οἰκείαν αὐτοῖς, δεδόσθαι, ὑποβάθραν οὖσαν τῆς κατὰ Χριστὸν φιλοσοφίας, κἂν οἱ φιλοσοφοῦντες τὰ Ἑλλήνων ἐθελοκωφῶσι <πρὸς> τὴν ἀλήθειαν, ἐξευτελίζοντες τὴν φωνὴν τὴν βαρβάρων ἢ καὶ ὑφορώμενοι τὸν ἐπηρτημένον τῷ [6.8.67.2] πιστῷ κατὰ τοὺς πολιτικοὺς νόμους τοῦ θανάτου κίνδυνον.
|
[06825]
|
οὔτ' οὖν ἀπατηλῷ λόγῳ οὐδὲ μὴν πεπλανημένῃ ἡδονῇ, ὅθεν οὐδὲ τῆς οἰκείας κληρονομίας [6.10.81.4] σαλευθήσεται.
|
[06877]
|
κἂν ὁ σῳζόμενος λέγηται λαὸς κιθάρα, κατ' ἐπίπνοιαν τοῦ λόγου καὶ κατ' ἐπίγνωσιν τοῦ θεοῦ [6.11.88.5] δοξάζων μουσικῶς ἐξακούεται, κρουόμενος εἰς πίστιν τῷ λόγῳ.
|
[06932]
|
[6.12.96.1] Ὧι λόγῳ λύεται τὸ πρὸς τῶν αἱρετικῶν ἀπορούμενον ἡμῖν, πότερον τέλειος ἐπλάσθη ὁ Ἀδὰμ ἢ ἀτελής·
|
[06985]
|
ὡς ἔοικεν οὖν ἡ δικαιοσύνη τετράγωνός ἐστι, πάντοθεν ἴση καὶ ὁμοία ἐν λόγῳ, ἐν ἔργῳ, ἐν ἀποχῇ κακῶν, ἐν εὐποιίᾳ, ἐν τελειότητι γνωστικῇ, οὐδαμῇ οὐδαμῶς χωλεύουσα, ἵνα [6.12.102.5] μὴ ἄδικός τε καὶ ἄνισος φανῇ.
|
[07040]
|
τὸν γοῦν τῆς ἐλευθερίας ἀγῶνα οὐ μόνον ἐν πολέμοις ἀγωνίζονται οἱ πολέμων ἀθληταί, ἀλλὰ καὶ ἐν συμποσίοις καὶ ἐπὶ κοίτης κἀν τοῖς δικαστηρίοις οἱ ἀλειψάμενοι τῷ λόγῳ, αἰχμάλωτοι γενέσθαι ἡδονῆς αἰσχυνόμενοι·
|
[07079]
|
γνωστικοῦ ἄρα καὶ τὸ εἰδέναι χρῆσθαι τῷ λόγῳ καὶ ὁπότε καὶ ὅπως καὶ πρὸς οὕστινας.
|
[07088]
|
οἷον δὲ ἥδε πέττειν ἐθίζεται τὴν τροφήν, συνεξομοιουμένη τῇ πιότητι τῆς ἡμέρου, ὣς δὲ καὶ ὁ φιλόσοφος, ἀγρίᾳ εἰκαζόμενος ἐλαίᾳ, πολὺ τὸ ἄπεπτον ἔχων, διὰ τὸ εἶναι ζητητικὸς καὶ εὐπαρακολούθητος καὶ ὀρεκτικὸς τῆς πιότητος τῆς ἀληθείας, ἐὰν προσλάβῃ τὴν θείαν διὰ πίστεως δύναμιν, τῇ χρηστῇ καὶ ἡμέρῳ <ἐγ>καταφυτευθεὶς γνώσει, καθάπερ ἡ ἀγριέλαιος ἐγκεντρισθεῖσα τῷ ὄντως καλῷ καὶ ἐλεήμονι λόγῳ πέττει τε τὴν παραδιδομένην [6.15.118.2] τροφὴν καὶ καλλιέλαιος γίνεται.
|
[07170]
|
ἔστι γοῦν ὁ τρόπος λέξις παραγεγραμμένη ἀπὸ τοῦ κυρίου ἐπὶ τὸ μὴ κύριον κατασκευῆς ἕνεκα καὶ φράσεως τῆς ἐν τῷ [6.15.129.4] λόγῳ εὐχρηστίας χάριν.
|
[07216]
|
μή τι οὖν εἰκότως κατ' εἰκόνα θεοῦ γεγονέναι ὁ ἄνθρωπος εἴρηται, οὐ κατὰ τῆς κατασκευῆς τὸ σχῆμα, ἀλλ' ἐπεὶ ὁ μὲν θεὸς λόγῳ τὰ πάντα δημιουργεῖ, ὁ δὲ ἄνθρωπος ὁ γνωστικὸς γενόμενος τῷ λογικῷ τὰς καλὰς [6.16.136.4] πράξεις ἐπιτελεῖ.
|
[07360]
|
ἀλλ' αἱ μὲν τρίχες ἠρίθμηνται καὶ τὰ εὐτελῆ κινήματα, φιλοσοφία δὲ πῶς οὐκ ἐν [6.17.153.3] λόγῳ;
|
[07371]
|
πολυμερὴς δὲ οὖσα ἡ φρόνησις, δι' ὅλου τεταμένη τοῦ κόσμου διά τε τῶν ἀνθρωπίνων ἁπάντων, καθ' ἕκαστον αὐτῶν μεταβάλλει τὴν προσηγορίαν, καὶ ἐπειδὰν μὲν ἐπιβάλλῃ τοῖς πρώτοις αἰτίοις, νόησις καλεῖται, ὅταν δὲ ταύτην ἀποδεικτικῷ λόγῳ βεβαιώσηται, γνῶσίς τε καὶ σοφία καὶ ἐπιστήμη ὀνομάζεται, ἐν δὲ τοῖς εἰς εὐλάβειαν συντείνουσι γινομένη καὶ ἄνευ θεωρίας παραδεξαμένη τὸν ἀρχικὸν λόγον κατὰ τὴν ἐν αὐτῇ ἐξεργασίας τήρησιν πίστις λέγεται, κἀν τοῖς αἰσθητοῖς πιστωσαμένη τό γε δοκοῦν, ὡς ἐν τούτοις, ἀληθέστατον, δόξα ὀρθή, ἔν τε αὖ ταῖς μετὰ χειρουργίας πράξεσι τέχνη, ὅπου δ' ἄνευ θεωρίας τῶν πρώτων αἰτίων τηρήσει τῶν ὁμοίων καὶ μεταβάσει ποιήσει τινὰ [6.17.155.4] ὁρμὴν καὶ σύστασιν, ἐμπειρία προσαγορεύεται.
|
[07448]
|
εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ' οὐ τῇ γνώσει.
|
[07510]
|
τούτῳ πᾶσα ὑποτέτακται στρατιὰ ἀγγέλων τε καὶ θεῶν, τῷ λόγῳ τῷ πατρικῷ τὴν ἁγίαν οἰκονομίαν ἀναδεδεγμένῳ διὰ τὸν ὑποτάξαντα, δι' ὃν καὶ πάντες αὐτοῦ οἱ ἄνθρωποι, ἀλλ' οἳ μὲν κατ' ἐπίγνωσιν, οἳ δὲ οὐδέπω, καὶ οἳ μὲν ὡς φίλοι, οἳ δὲ ὡς οἰκέται πιστοί, οἳ δὲ ὡς ἁπλῶς οἰκέται.
|
[07630]
|
καὶ περὶ μὲν τῆς Ἑλληνικῆς δεισιδαιμονίας ἱκανῶς, οἶμαι, ἐν τῷ Προτρεπτικῷ ἐπιγραφομένῳ ἡμῖν λόγῳ παρεστήσαμεν κατακόρως τῇ κατεπειγούσῃ [7.4.23.1] συγκαταχρώμενοι ἱστορίᾳ.
|
[07734]
|
εἰ δὲ τιμώμενον χαίρει, φύσει ἀνενδεὲς ὑπάρχον, οὐκ ἀπεικότως ἡμεῖς δι' εὐχῆς τιμῶμεν τὸν θεόν, καὶ ταύτην τὴν θυσίαν ἀρίστην καὶ ἁγιωτάτην μετὰ δικαιοσύνης ἀναπέμπομεν, τῷ δικαιοτάτῳ λόγῳ γεραίροντες, δι' οὗ παραλαμβάνομεν τὴν γνῶσιν, διὰ [7.6.31.8] τούτου δοξάζοντες ὃν μεμαθήκαμεν.
|
[07750]
|
εἰ δέ τις τῶν δικαίων οὐκ ἐπιφορτίζει τῇ τῶν κρεῶν βρώσει τὴν ψυχήν, λόγῳ τινὶ εὐλόγῳ χρῆται, οὐχ ᾧ Πυθαγόρας καὶ οἱ [7.6.32.9] ἀπ' αὐτοῦ τὴν μετένδεσιν ὀνειροπολοῦντες τῆς ψυχῆς.
|
[07814]
|
[7.7.40.1] Ταύτῃ καὶ προσανατείνομεν τὴν κεφαλὴν καὶ τὰς χεῖρας εἰς οὐρανὸν αἴρομεν τούς τε πόδας ἐπεγείρομεν κατὰ τὴν τελευταίαν τῆς εὐχῆς συνεκφώνησιν, ἐπακολουθοῦντες τῇ προθυμίᾳ τοῦ πνεύματος εἰς τὴν νοητὴν οὐσίαν, καί, συναφιστάνειν τῷ λόγῳ τὸ σῶμα τῆς γῆς πειρώμενοι, μετάρσιον ποιησάμενοι τὴν ψυχὴν ἐπτερωμένην τῷ πόθῳ τῶν κρειττόνων, ἐπὶ τὰ ἅγια χωρεῖν βιαζόμεθα, τοῦ δεσμοῦ [7.7.40.2] καταμεγαλοφρονοῦντες τοῦ σαρκικοῦ.
|
[07858]
|
[7.7.44.8] πρὸς τούτοις ἐμπειρίᾳ πολλῇ χρησάμενος τῇ κατὰ τὴν μάθησίν τε καὶ τὸν βίον, παρρησίαν ἔχει, οὐ τὴν ἁπλῶς οὕτως ἀθυρόγλωσσον δύναμιν, δύναμιν δὲ ἁπλῷ λόγῳ χρωμένην, μηδὲν τῶν λεχθῆναι δυνα μένων κατὰ τὸν προσήκοντα καιρόν, ἐφ' ὧν μάλιστα χρή, ἐπικρυπτομένην μήτε διὰ χάριν μήτε διὰ φόβον.
|
[07859]
|
[7.7.45.1] Ἀξιολόγως ὁ γοῦν τὰ περὶ θεοῦ διειληφώς, <δεδιδαγμένος> πρὸς αὐτῆς τῆς ἀληθείας χοροῦ μυστικοῦ, λόγῳ τῷ προτρέποντι <ἐπὶ> τὸ μέγεθος τῆς ἀρετῆς, κατ' ἀξίαν αὐτήν τε καὶ τὰ ἀπ' αὐτῆς ἐνδεικνυμένῳ, χρῆται, μετὰ διάρματος ἐνθέου τῆς εὐχῆς τοῖς νοητοῖς καὶ πνευματικοῖς ὡς [7.7.45.2] ἔνι μάλιστα γνωστικῶς οἰκειούμενος.
|
[07915]
|
ζῇ τε καὶ πολιτεύεται καὶ τὸ πιστὸν τῆς ὁμολογίας ἐν ἀμεταπτώτῳ καὶ [7.8.50.4] ἑδραίῳ δείκνυσι βίῳ τε καὶ λόγῳ.
|
[07932]
|
[7.9.52.1] Πλεῖον δέ τι καὶ μᾶλλον ἐπιτείνει τὸ γνωστικὸν ἀξίωμα ὁ τὴν προστασίαν τῆς τῶν ἑτέρων διδασκαλίας ἀναλαβών, τοῦ μεγίστου ἐπὶ γῆς ἀγαθοῦ τὴν οἰκονομίαν λόγῳ τε καὶ ἔργῳ ἀναδεξάμενος, δι' [7.9.52.2] ἧς πρὸς τὸ θεῖον συνάφειάν τε καὶ κοινωνίαν ἐμμεσιτεύει.
|
[07942]
|
ἀδούλωτος οὗτος ἐν φόβῳ, ἀληθὴς ἐν λόγῳ, καρτερικὸς ἐν πόνῳ, μηδὲ ἐν τῷ προφορικῷ λόγῳ ψεύσασθαι θέλων ποτὲ κἀν τούτῳ τὸ ἀναμάρτητον πάντοτε κατορθῶν, ἐπεὶ τὸ ψεῦδος αὐτό, ἅτε μετά τινος δόλου εἰρημένον, οὐκ ἀργός ἐστι [7.9.54.1] λόγος, ἀλλ' εἰς κακίαν ἐνεργεῖ.
|
[07943]
|
πάντοθεν ἄρα μαρτυρεῖ τῇ ἀληθείᾳ μόνος ὁ γνωστικὸς καὶ ἔργῳ καὶ λόγῳ·
|
[07944]
|
ἀεὶ γὰρ κατορθοῖ ἐν πᾶσι πάντως, καὶ ἐν λόγῳ καὶ ἐν πράξει καὶ ἐν αὐτῇ τῇ ἐννοίᾳ.
|
[07950]
|
[7.10.55.1] Ἔστιν γάρ, ὡς ἔπος εἰπεῖν, ἡ γνῶσις τελείωσίς τις ἀνθρώπου ὡς ἀνθρώπου, διὰ τῆς τῶν θείων ἐπιστήμης συμπληρουμένη κατά τε τὸν τρόπον καὶ τὸν βίον καὶ τὸν λόγον, σύμφωνος καὶ ὁμόλογος [7.10.55.2] ἑαυτῇ τε καὶ τῷ θείῳ λόγῳ.
|
[08013]
|
οὐ γάρ που ἐν ὑπολήψει, ἀλλ' οὐδὲ ἐν τῷ δοκεῖν πιστὸς εἶναι βούλεται, γνώσει δὲ καὶ ἀληθείᾳ, ὅ ἐστιν ἔργῳ βεβαίῳ καὶ λόγῳ καὶ [7.11.62.7] ἐνεργῷ.
|
[08258]
|
ἀδικεῖ οὖν ὁ ἀνταδικῶν εἴτ' οὖν ἔργῳ εἴτε καὶ λόγῳ εἴτε καὶ τῇ τοῦ βούλεσθαι ἐννοίᾳ, ἣν μετὰ τὴν τοῦ νόμου παιδαγωγίαν τὸ εὐαγγέλιον [7.14.86.4] περιγράφει.
|
[08273]
|
πορνεύει γὰρ εἰς τὴν ἐκκλησίαν καὶ τὸ αὑτοῦ σῶμα ὁ ἐθνικῶς ἐν ἐκκλησίᾳ πολιτευόμενος, εἴτ' οὖν ἐν ἔργῳ, εἴτε καὶ ἐν [7.14.88.2] λόγῳ, εἴτε καὶ ἐν αὐτῇ τῇ ἐννοίᾳ.
|
[08276]
|
υἱὸς οὗτος ἅπας, ἄνθρωπος ἅγιος, ἀπαθής, γνωστικός, τέλειος, μορφούμενος τῇ τοῦ κυρίου διδασκαλίᾳ, ἵνα δὴ καὶ ἔργῳ καὶ λόγῳ καὶ αὐτῷ τῷ πνεύματι προσεχὴς γενόμενος τῷ κυρίῳ τὴν μονὴν ἐκείνην τὴν ὀφειλομένην τῷ οὕτως ἀπηνδρωμένῳ ἀπολάβῃ.
|
[08337]
|
πάντων δὲ ἀνθρώπων τὴν αὐτὴν κρίσιν ἐχόντων οἱ μὲν ἀκολουθοῦντες τῷ αἱροῦντι λόγῳ ποιοῦνται τὰς πίστεις, οἱ δὲ ἡδοναῖς σφᾶς αὐτοὺς ἐκδεδωκότες βιάζονται πρὸς τὰς ἐπιθυμίας τὴν [7.16.94.5] γραφήν.
|
[08415]
|
οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, φησὶν ὁ ἀπόστολος, ὅτι πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πνευματικοῦ βρώματός τε καὶ πόματος μετέλαβον, κατασκευάζων σαφῶς μὴ πάντας τοὺς ἀκούοντας τὸν λόγον κεχωρηκέναι τὸ μέγεθος [7.16.104.4] τῆς γνώσεως ἔργῳ τε καὶ λόγῳ.
|
[08437]
|
τὸ οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐκ ἐπιθυμήσεις καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται, ἐν τῷ·
|
[08473]
|
[7.18.110.2] ὑμεῖς δ', ὦ Μεγαρεῖς, φησὶν ὁ Θέογνις, οὔτε τρίτοι οὔτε τέταρτοι οὔτε δυωδέκατοι οὔτ' ἐν λόγῳ οὔτ' ἐν ἀριθμῷ.
|
[08495]
|
[8.2.3.1] Τίς ἂν οὖν ἄλλη βελτίων ἢ ἐναργεστέρα μέθοδος εἰς ἀρχὴν τῆς τοιᾶσδε εἴη ἂν διδασκαλίας ἢ τὸ προταθὲν ὄνομα λόγῳ διελθεῖν οὕτω σαφῶς ὡς πάντας ἀκολουθῆσαι τοὺς ὁμοφώνους;
|
[08507]
|
ἄμεινον οὖν εἰπεῖν κοινῷ καὶ σαφεῖ τῷ λόγῳ ἥλιον ὀνομάζεσθαι τὸ λαμπρότατον τῶν κατ' οὐρανὸν ἰόντων·
|
[08522]
|
ἔστι δὲ δήπου πέρας ἐν [8.3.6.6] ἑκάστῳ λόγῳ τὸ ζητούμενον, ὃ δὴ καὶ συμπέρασμα καλεῖται.
|
[08659]
|
παντὸς οὑτινοσοῦν ἐπιστήμων τίς ἐστι, τούτου καὶ τὸν ὅρον ἀποδώσει, ὡς ὅ γε μὴ δυνάμενος λόγῳ περιλαβεῖν καὶ [8.6.20.4] ὁρίσασθαι ὁτιοῦν, τούτου ἐπιστήμων οὐκ ἄν ποτε εἴη.
|
[08661]
|
εἰ γὰρ ὁ τὸ πρᾶγμα εἰδὼς ἔχει κατὰ διάνοιαν τὴν εἴδησιν αὐτοῦ, δύναται δὲ καὶ λόγῳ σαφηνίσαι ὃ διανοεῖται, ἡ δὲ τῆς διανοίας ἑρμηνεία ὅρος ἐστίν, ἀναγκαῖόν ἐστι τὸν εἰδότα τὸ πρᾶγμα δύνασθαι αὐτοῦ καὶ τὸν ὅρον ἀποδιδόναι.
|
[08688]
|
ἔστι γὰρ λόγῳ θεωρητὰ ταῦτα, τὰ δὲ ἄυλα νῷ μόνῳ ληπτά ἐστι κατὰ τὴν πρώτην ἐπιβολήν.
|
[08790]
|
καὶ τῶν μὲν φύσει τὰ μὲν καταληπτά, ἅπερ οὐκ ἄδηλά τινες ἐκάλουν διὰ σημείων ἀναλογιστικῶς λαμβανόμενα, καθάπερ ἡ συμμετρία τῶν λόγῳ θεωρητῶν πόρων, τὰ δὲ ἀκατάληπτα, τὰ κατὰ μηδένα τρόπον ὑπὸ κατάληψιν πεσεῖν δυνάμενα, ἃ δὴ καὶ ἄδηλα ἐν τῷ καθάπαξ λέγεται.
|